ἐν τῷ ἀδίκως ὁτιοῦν ἔχοντι; ἢ τῷ κρίναντι καὶ τῷ ἀπονείμαντι, ὥσπερ ἐν τοῖς ἀγῶσιν; καὶ γὰρ ὁ λαβὼν τὸν φοίνικα παρὰ τοῦ ἐφεστῶτος καὶ ταῦτα κρίναντος οὐκ ἀδικεῖ, κἂν ἀδίκως αὐτῷ ἀποδοθῇ· ἀλλʼ ἤδη ὁ κρίνας κακῶς καὶ δούς, οὗτος ἀδικεῖ. καὶ 1 οὗτος ἔστι μὲν ᾗ ἀδικεῖ, ἔστι δὲ ᾗ οὐκ ἀδικεῖ μὲν γὰρ τὸ τῇ ἀληθείᾳ καὶ τῇ φύσει ἄν δίκαιον μὴ ἔκρινεν, ταύτῃ μὲν ἀδικεῖ, ᾗ δὲ τὸ αὑτῷ δοκοῦν εἶναι δίκαιον, οὐκ ἀδικεῖ.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.