φασίν, δοκεῖ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ εἶναι· εἰ γὰρ δίκαια μέν ἐστιν ἃ ὁ νόμος κελεύει ποιεῖν, ὁ δὲ νόμος τὰ κατὰ πάσας ἀρετὰς ὄντα προστάττει, ὁ ἄρα τοῖς κατὰ νόμον ἐμμένων δικαίοις τελείως σπουδαῖος ἔσται, ὥστε ὁ δίκαιος καὶ ἡ δικαιοσύνη τελεία τις ἀρετὴ ἐστίν.
δίκαιον ἔν τε τούτοις ἐστὶ καὶ περὶ ταῦτα· ἀλλὰ μὴν οὐ τοῦτο τὸ δίκαιον οὐδὲ τὴν περὶ ταῦτα δικαιοσύνην ζητοῦμεν. κατὰ μὲν γὰρ ταῦτα τὰ δίκαια ἔστιν καθʼ ἑαυτὸν ὄντα δίκαιον εἶναι (ὁ γὰρ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ ὁ ἐγκρατὴς καὶ αὐτὸς 2 3
καθʼ ἑαυτόν ἐστι τοιοῦτος)· ἀλλὰ τὸ δίκαιον τὸ πρὸς ἕτερον ἄλλο τοῦ εἰρημένου κατὰ νόμον δικαίου ἐστίν. οὐ γὰρ ἔσττιν ἐν τοῖς πρὸς ἕτερον δικαίοις οὖσιν καθʼ αὑτὸν εἶναι δίκαιον. τοῦτο δʼ ἐστὶν ὃ ζητοῦμεν δίκαιον καὶ τὴν δικαιοσύνην τὴν περὶ ταῦτα.
ἴσον. τὸ γὰρ ἄδικον τὸ ἄνισον ἐστίν· ὅταν γὰρ τῶν μὲν ἀγαθῶν τὰ μείζω αὑτοῖς νέμωσι, τῶν δὲ κακῶν τὰ ἐλάσσονα, ἄνισον τοῦτʼ ἐστί, καὶ οὕτως ἀδικεῖν καὶ ἀδικεῖσθαι οἴονται.
δῆλον ὅτι ἡ δικαιοσύνη μεσόυης τις ἂν εἴη ὑπερσχῆς καὶ ἐλλείψεως καὶ πολλοῦ καὶ ὀλίγου.
καὶ δίκαιος δὲ ὁ τὸ ἴσον βουλόμενος ἔχειν.
τισιν ἴσον, τὸ δὲ μέσον τισὶ μέσον· ὥστε ἡ δικκιοσύνη καὶ τὸ δίκαρον ἔσται καὶ πρός τινας καὶ ἐν τισίν.
πρὸς τὰ ὀλίγα.
οἱ ἄλλοι πάντες οὕτως ἔχουσιν ὥστε τὰ παῤ αὑτοῖς ἀντικαταλλάττεσθαι τῶν παρὰ τοῖς ἄλλοις.
δὴ αὕτη 〈ἡ〉 ἀναλογία τὴν πολιτείαν. ὥστε τὸ δίκαιον ἔοικεν εἶναι τὸ ἀνάλογον. τὸ γὰρ δίκαιον συνέχει τὰς πολιτείας, τὸ αὐτὸ δʼ ἐστὶ τὸ δίκαιον τῷ ἀνάλογον.
ἀνθʼ ὑποδημάτων δʼ οὐκ ἦν οἰκίαν λαβεῖν, ἐνταῦθα ἤδη ἐνόμισαν, οὗ ταῦτα πάντα ὠνητὰ ἐστίν, ἀργύριον προσαγορεύσαντες νόμισμα, τούτῳ χρῆσθαι, καὶ τὴν ἀξίαν ἕκαστον ἑκάστου 7 διδόντας τὴν ἄλλαξιν ποιεῖσθαι παρʼ ἀλλήλων, καὶ τούτῳ
τὴν πολιτικὴν κοινωνίαν συνέχειν.
Πυθαγόρειοι ἔλεγον. ἐκεῖνοι μὲν γὰρ ᾤοντο δίκαιον εἶναι, ἅ τις ἐποίησεν, ταῦτʼ ἀντιπταθεῖν·
γὰρ ὁ ἐλεύθερος ἔχει πρὸς τὸν δοῦλον τῷ βελτίων εἶναι, οὕτως τὸ ἀντιποιῆσαι πρὸς τὸ ποιῆσαι. ὁμοίως δὲ καὶ ἐλευθέρῳ πρὸς ἐλεύθερον ἕξει. οὐ γὰρ δίκαιον, εἴ τις τὸν ὀφθαλμὸν ἐξέκοψεν τινός, ἀντεκκοπῆναι μόνον, ἀλλὰ πλείονα παθεῖν, ἀκολουθήσαντα τῇ ἀναλογίᾳ· καὶ γὰρ ἦρξε πρότερος καὶ 8 ἠδίκησεν, ἀδικεῖ δὲ κατʼ ἀμφότερα, ὥστε ἀνάλογον καὶ τὰ ἀδικήματα, καὶ τὸ ἀντιπταθεῖν πλείω ὧν ἐποίησεν δίκαιον ἐστίν.
οἰκέτῃ πρὸς δεσπότην οὐκ ἂν δόξειεν εἶναι δίκαιον οὐθέν. οὔτε γὰρ τῷ ποδὶ τῷ ἐμῷ πρὸς ἐμὲ οὔτε τῇ χειρί, ὁμοίως δὲ οὐδʼ ἑκάστῳ τῶν μορίων· ὡσαύτως ἂν οὖν δόξειεν ἔχειν καὶ ὁ υἱὸς πρὸς πατέρα· ὥσπερ γὰρ μέρος τί ἐστι τοῦ πατρὸς ὁ υἱός. πλὴν ὅταν ἤδη λάβῃ τὴν τοῦ ἀνδρὸς τάξιν καὶ χωρισθῇ ἀπʼ
αὐτοῦ, τότʼ ἤδη ἐν ἰσότητι καὶ ὁμοιότητί ἐστιν τῷ πατρί· οἱ δὲ πολῖται τοιοῦτοί τινες ἐθέλουσιν εἶναι.
δέ γε ἡμεῖς ζητοῦμεν, ἀλλὰ τὸ πολιτικόν· ἐν ἰσότητι γὰρ καὶ ὁμοιότητι τὸ πολιτικὸν δίκαιον ἔοικεν εἶναι.
ἐγγὺς τῆς πολιτικῆς κοινωνίας ὁ βίος αὐτῶν, ὥστε καὶ τὸ δίκαιον τὸ γυναικὶ πρὸς ἄνδρα μάλιστά πως ἤδη τῶν ἄλλων πολιτικὸν ἐστίν.
οὕτως ὑπολαμβάνειν μὴ ὡς μηδέποτε ἂν μεταπεσόντα· καὶ γὰρ τὰ φύσει ὄντα μεταλαμβάνουσι μεταβολῆς.
ἀριστερᾶς, κἂν πάντα ποιῶμεν τῇ ἀριστερᾷ καθάπερ τῇ 11 δεξιῷ. οὐδʼ ὅτι μεταπίπτουσι, διὰ τοῦτο οὖκ ἔστιν φύσει· ἀλλʼ εἰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸν πλείω χρόνον οὕτω διαμένει ἡ ἀριστερὰ οὖσα ἀριστερὰ καὶ ἡ δεξιὰ δεξιά, τοῦτο φύσει ἐστίν.
δίκαιον ἤδη καὶ καλοῦμεν κατὰ νόμον δίκαιον. βέλτιον οὖν δίκαιον τὸ κατὰ φύσιν τοῦ κατὰ νόμον. ἀλλʼ ὃ ζητοῦμεν, δίκαιόν ἐστι πολιτικόν. τὸ δὲ πολιτικόν ἐστιν τὸ νόμῳ, οὐ τὸ φύσει.
οἷον τὸ τὴν παρακαταθήκην ἀποστερῆσαι ἄδικον ἐστί, τὸ δʼ ἀδίκημά ἐστιν τὸ ἤδη ἀδίκως τι πρᾶξαι. ὁμοίως δὲ τὸ δίκαιον καὶ τὸ δικαιοπράγημα οὐ ταὐτόν· τὸ μὲν γὰρ δίκαιον τὸ τῷ νόμῳ ὡρισμένον, τὸ δὲ δικαιοπράγημα τὸ τὰ δίκαια πράττειν.
ἀπλῶς μὲν εἰπεῖν, ὅταν πράττῃ κατὰ προαίρεσιν καὶ ἑκουσίως (τὸ δὲ ἑκουσίως ὃ ἦν, εἴρηται ἐν τοῖς ἐπάνω ἡμῖν), καὶ ὅταν εἰδὼς καὶ ὃν καὶ ᾧ καὶ οὗ ἕνεκα, οὕτως δίκαιον πράττει. ὁμοίως καὶ ὡσαύτως καὶ ὁ ἄδικος ἔσται ὁ εἰδὼς καὶ ὃν καὶ καὶ οὗ ἕνεκα. ὅταν δὲ μηθὲν τούτων εἰδὼς πράξῃ τι
ἄδικον, ἄδικος μὲν οὐκ ἔστιν, ἀτυχὴς δέ. εἰ γὰρ οἰόμενος τὸν πολέμιον ἀποκτείνειν τὸν πατέρα ἀπέκτεινεν, ἄδικον μέν τι ἔπραξεν, ἀδικεῖ μέντοι οὐθένα, ἀτυχεῖ δέ.
ἄδικος ὁ τοιοῦτος κληθήσεται. οἷον ἐπὶ τῶν μεθυόντων. οἱ γὰρ μεθύοντες καὶ πράξαντές τι κακὸν ἀδικοῦσιν· τῆς γὰρ ἀγνοίας αὐτοί εἰσιν αἴτιοι· ἐξῆν γὰρ αὐτοῖς μὴ πίνειν τοσοῦτον, ὥστʼ ἀγνοήσαντας τύπτειν τὸν πατέρα.
ἀδικοῦντες ἄδικοι· ὧν δὲ μὴ αὐτοί εἰσιν αἴτιοι, ἀλλʼ ἡ ἄγνοια κἀκείνοις ἐφτὶν αἰτία τοῖς πράξασι τοῦ πρᾶξαι, οὐκ ἄδικοι. ἔστιν δʼ ἡ τοιαύτη ἄγνοια ἡ φυσική, οἷον τὰ παιδία ἀγνοοῦντα τοὺς πατέρας τύπτουσιν, ἀλλʼ ἡ ἐν τούτοις ἄγνοια φυσικὴ 15 οὖσα οὐ ποιεῖ διὰ τὴν πρᾶξιν ταύτην τὰ παιδία λέγεσθαι ἄδικα· ἡ γὰρ ἄγνοια αἰτία τοῦ πράττειν ταῦτα, τῆς δʼ ἀγνοίας οὐκ αὐτὰ αἴτια, διὸ οὐδʼ ἄδικα λέγονται.
ἀδικεῖσθαις ἢ οὔ; δίκαια μὲν. γὰρ καὶ ἄδικα πράττομεν ἑκόντες, ἀδικούμεθα δὲ οὐκέτι ἑκόντες· τὸ γὰρ κολάζεσθαι φεύγομεν, ὥστε δῆλον ὅτι οὐκ ἂν ἀδικοίμεθα ἑκόντες. οὐδεὶς γὰρ ἑκὼν βλάπτεσθαι ὑπομένει· τὸ γὰρ ἀδικεῖσθαι βλάπτεσθαι ἐστίν.
εἰσί τινες οἳ δέον αὐτοὺς τὸ ἴσον ἔχειν παραχωροῦσι τισίν, ὥστε εἰ τὸ ἴσον ἔχειν ἦν δίκαιον, τὸ δʼ ἔλαττον ἔχειν ἀδικεῖσθαι ἐστίν, ἔλαττον δὲ ἑκὼν ἔχει, ἑκὼν ἄρα, φησίν, ἀδικεῖπται. ἀλλʼ ἐντεῦθεν δῆλον πάλιν ὅτι οὐχ ἑκών. πάντες γὰρ οἱ ἔλαττον λαμβάνοντες ἀντικαταλλάττονται ἢ τιμὴν
ἢ ἔπαινον ἢ δόξαν ἢ φιλίαν ἢ ἄλλο τι τῶν τοιούτων· ὁ δʼ ἀντικαταλλαττόμενός τι ἀνθʼ οὗ προΐεται, οὐκέτι ἀδικεῖται· εἰ δὲ μὴ ἀδικεῖται, οὐδὲ ἑκὼν ἄρα.
φασὶν ῾῾ ἐξόν μοι ἴσον λαμβάνειν οὐκ ἐλάμβανον, ἀλλὰ παρῆκα τῷ πρεσβυτέρῳ ἢ τῷ φίλῳʼ᾿. ἀδικούμενος δέ γε οὐδεὶς σεμνύνεται. εἰ δʼ ἐπὶ τοῖς ἀδικήμασι μὴ σεμνύνονται, ἐπὶ δὲ τούτοις σεμνύνονται, ὅλως οὐκ ἂν ἀδικοῖντο οὕτως ἐλατττούμενοι. εἰ δὲ μὴ ἀδικοῦνται, οὐδʼ ἂν ἑκόντες ἀδικοῖντο.
πρὸς δὲ ταῦτα καὶ τοῖς τοιούτοις λόγοις ὁ ἐπὶ τοῦ ἀκρατοῦς λόγος ἐναντιοῦται· ὁ γὰρ ἀκρατὴς βλάπτει αὐτὸς αὑτὸν τὰ φαῦλα πράττων, καὶ ἑκών γε ταῦτα πράττει, βλάπτει ἄρα αὐτὸς αὑτὸν εἰδώς, ὥστε ἑκὼν αὐτὸς ὑφʼ αὑτοῦ ἀδικεῖται. ἀλλʼ ἐνταῦθα [ὁ] διορισμὸς προστεθεὶς κωλύσει
τὸν λόγον τοῦτον. ἔστιν δὲ ὁ διορισμὸς οὗτος, τὸ μηδένα βούλεσθαι ἀδικεῖσθαι. ὁ δέ γε ἀκρατὴς βουλόμενος πράττει τὰ κατὰ τὴν ἀκρασίαν, ὥστε αὐτὸς αὐτὸν ἀδικεῖ βούλεται ἄρα τὰ φαῦλα πράττειν αὑτῷ. ἀλλʼ οὐδεὶς βούλεται ἀδικεῖσθαι· ὥστʼ οὐδὲ ὁ ἀκρατὴς αὐτὸς αὑτὸν ἑκὼν 〈ἂν〉 ἀδικοίη.
ἐστίν.
αὑτὸν ἀδικεῖ, ἐνδέχεται τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον καὶ πλεῖον ἔχειν καὶ ἔλαττον. ἀλλὰ τοῦτʼ ἀδύνατον· οὐκ ἄρα ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.
ἑκουσίως πράττειν τι· τοῦτο δὲ ἀδύνατον· οὐκ ἄρα οὐδʼ οὕτως ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.
πώποτε αὐτὸς αὑτὸν παρακαταθήκην ἀπεστέρησεν, οὐδʼ ἐμοίχευσεν τὴν ἑαυτοῦ γυναῖκα, οὐδʼ ἔκλεψεν αὐτὸς τὰ ἑαυτοῦ ὥστε εἰ τὸ μὲν ἀδικεῖν ἐν τοῖς τοιούτοις ἐστίν, τούτων δὲ μηθὲν ἐνδέχεται πρὸς αὐτὸν ποιεῖν, οὐκ ἂν ἐνδέχοιτο αὑτὸν ἀδικεῖν.
οἰκονομικόν. ἡ γὰρ ψυχὴ εἰς πλείω μεμερισμένη ἔχει τι 20 αὑτῆς τὸ μὲν χεῖρον τὸ δὲ βέλτιον, ὥστ᾿ εἴ τι ἐγγίνεται τῶν ἐν ψυχῇ ἀδίκημα, τῶν μερῶν ἐστι πρὸς. ἄλληλα· τὸ οἰκονομικὸν δὲ ἀδίκημα διειλόμεθα τῷ ἐπὶ τὸ χεῖρον καὶ
βέλτιον· ὡς γίνεσθαι πρὸς αὑτὸν ἄδικον καὶ δίκαιον. οὐ τοῦτο δʼ ἡμεῖς ἐπισκοπούμεθα, ἀλλὰ τὸ πολιτικόν.
ἐν τῷ ἀδίκως ὁτιοῦν ἔχοντι; ἢ τῷ κρίναντι καὶ τῷ ἀπονείμαντι, ὥσπερ ἐν τοῖς ἀγῶσιν; καὶ γὰρ ὁ λαβὼν τὸν φοίνικα παρὰ τοῦ ἐφεστῶτος καὶ ταῦτα κρίναντος οὐκ ἀδικεῖ, κἂν ἀδίκως αὐτῷ ἀποδοθῇ· ἀλλʼ ἤδη ὁ κρίνας κακῶς καὶ δούς, οὗτος ἀδικεῖ. καὶ 21 οὗτος ἔστι μὲν ᾗ ἀδικεῖ, ἔστι δὲ ᾗ οὐκ ἀδικεῖ μὲν γὰρ τὸ τῇ ἀληθείᾳ καὶ τῇ φύσει ἄν δίκαιον μὴ ἔκρινεν, ταύτῃ μὲν ἀδικεῖ, ᾗ δὲ τὸ αὑτῷ δοκοῦν εἶναι δίκαιον, οὐκ ἀδικεῖ.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.