ἀδικοῦντες ἄδικοι· ὧν δὲ μὴ αὐτοί εἰσιν αἴτιοι, ἀλλʼ ἡ ἄγνοια κἀκείνοις ἐφτὶν αἰτία τοῖς πράξασι τοῦ πρᾶξαι, οὐκ ἄδικοι. ἔστιν δʼ ἡ τοιαύτη ἄγνοια ἡ φυσική, οἷον τὰ παιδία ἀγνοοῦντα τοὺς πατέρας τύπτουσιν, ἀλλʼ ἡ ἐν τούτοις ἄγνοια φυσικὴ 1 οὖσα οὐ ποιεῖ διὰ τὴν πρᾶξιν ταύτην τὰ παιδία λέγεσθαι ἄδικα· ἡ γὰρ ἄγνοια αἰτία τοῦ πράττειν ταῦτα, τῆς δʼ ἀγνοίας οὐκ αὐτὰ αἴτια, διὸ οὐδʼ ἄδικα λέγονται.
Magna Moralia. Aristotle. ed. Franz Susemihl. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.