LXIII. τὰ δὲ διαστήματα κ]ληρ[οῦ]σ[ιν] οἱ ἄρχοντες κατὰ φυλάς,
1
2
3
4
ὁ δὲ γραμματεὺς τῶν θεσμο[θετῶν τῆς] δεκάτης φυλῆς. εἴσοδοι δέ εἰσιν
ε[ἰς] τὰ δικαστ[ή]ρια δέκα, μία τῇ φυλῇ ἑκάστῃ, καὶ κληρ[ωτήρι]α εἴκοσι,
5
δ[ύο τ]ῇ φυλῇ ἑκάστῃ, καὶ κιβώτια ἑκατόν, δέκα τῇ φυλῇ ἑκάστῃ, καὶ ἕτερα κιβώτι[α, εἰς ἃ ἐ]μβάλλεται τῶν λαχόντων δικαστῶν τὰ πινάκια, καὶ
ὑδρίαι δύο. καὶ βακτηρίαι παρατίθενται κατὰ τὴν ε[ἴσοδον] ἑκάστην ὅσοιπερ οἱ δικασταί, καὶ βάλανοι εἰς τὴν ὑδρίαν ἐμβάλλονται ἴσαι ταῖς βακτηρίαις, ἐγ[γ]έγραπται δ᾿ ἐν ταῖς βαλάνοις τῶν στοιχείων ἀπὸ τοῦ ἑνδεκάτου, τοῦ λ [τριακοστοῦ], ὅσαπερ ἂν μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι. δικάζειν δ᾿ ἔξεστιν τοῖς ὑπὲρ λ ἔτη γεγονόσιν, ὅσοι αὐτῶν μὴ
ὀφείλουσιν τῷ δημοσίῳ ἢ ἄτιμοί εἰσιν. ἐὰν δέ τι[ς] δικάζῃ οἷς μὴ ἔξεστιν, ἐνδείκνυται καὶ εἰς τὸ δικαστήριον εἰσάγετ[αι]· ἐὰν δ᾿ ἁλῷ προστιμῶ[σι]ν> αὐτῷ οἱ δικασταὶ ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσ[θαι], ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφ᾿ ᾦ ἐνεδείχθη καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ τ[ὸ δικ]αστήριον.
ἔχει δ᾿ ἕκαστος δικαστὴς τὸ πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ ὄνομα τὸ
ἑαυτοῦ πατρόθεν καὶ τοῦ δήμου καὶ γράμμα ἓν τῶν στοιχείων μέχρι τοῦ κ· νενέμηνται γὰρ κατὰ φυλὰς δέκα μέρη οἱ δικασταί, παραπλησίως ἴσοι ἐν ἑκάστῳ τῷ γράμ[μα]τι. ἐπειδὰν δὲ ὁ θεσμοθέτης ἐπικληρώσῃ τὰ
γράμματα ἃ δεῖ προσπαρατίθεσθαι τοῖς δικαστηρίοις, ἐπέθηκε φέρων ὁ
ὑπηρέτης ἐφ᾿ ἕκαστ[ον] τὸ δικ[α]στήριον τὸ γράμμα τὸ λαχόν. |