LIII. κληροῦσι δὲ καὶ <τοὺς> τετταράκοντα, ἐκ τῆς φυλῆς
ἑκάστης, πρὸς οὓς τὰς ἄλλας δίκας λαγχάνουσιν· οἳ πρότερ[ον] μὲν ἧσαν τριάκοντα καὶ κατὰ δήμους περιόντες ἐδίκαζον, μετὰ δὲ ἐπὶ τῶν τριάκοντα ὀλιγαρχία[ν] τετταράκοντα γεγόνασιν. καὶ τὰ μὲν | μέχρι δέκα
δραχμῶν αὐτοτελεῖς εἰσι δ[ικά]ζεῖ]ν, τὰ δ᾿ ὑπὲρ τοῦτο τὸ τίμημα τοῖς
1
διαιτηταῖς παραδιδόασιν. οἱ δὲ παραλαβόντες, [ἐ]ὰν μὴ δύνωνται διαλῦσαι,
2
3
4
5
γιγνώσκουσι, κἄν μὲν ἀμφοτέροις ἀρέσκῃ τὰ γνωσθέντα καὶ ἐμμένωσιν, ἔχει τέλος ἡ δίκη. ἄν δ’ 6 ἕτερος ἐφῇ τῶν ἀντιδίκων εἰς τὸ δικαστήριον, ἐμβαλόντες τὰς μαρτυρίας καὶ τὰς προκλήσεις καὶ τοὺς νόμους εἰς ἐχίνους, χωρὶς μὲν τὰς τοῦ διώκοντος χωρὶς δὲ τὰς τοῦ φεύγοντος, καὶ τούτους
κατασημηνάμενοι καὶ τὴν γνῶσιν τοῦ διαιτητοῦ γεγραμμένην ἐν γραμματείῳ προσρτησαντες παραδιδόασι το[ῖ] ς δ τοῖς τὴν φυλὴν τοῦ φεύγοντος δικάζουσιν. οἱ δὲ παραλαβόντες εἰσάγουσιν εἰς τὸ δικαστήριον, τὰ μὲν ἐντὸς
6
χιλίων εἰς ἕνα καὶ διακοσίους, τὰ δ’ ὑπὲρ χιλίας εἰς ἔρα καὶ τετρακοσίους. οὐκ ἔνεστι δ’ οὔτε νόμοις οὔτε προκλήσεσι οὔτε μαρτυρίαις αλλ’ ἢ ταῖς παρὰ
τοῦ διαιτητοῦ χρῆσθαι ταῖς εἰς τοὺς ἐχίνους ἐμβεβλημέναις. διαιτηταὶ
7
δ’ εἰσὶν οἶς ἂν ἑξηκοστὸν ἔτος ᾗ· τοῦτο δὲ δῆλον ἐκ τῶν ἀρχόντων καὶ τῶν ἐπωνύμων. εἰσὶ γὰρ ἐπώνυμοι δέκα μὲν οἱ τῶν φυλῶν, δύο δὲ καὶ
8
9
10
τετταράκοντα οἱ τῶν ἡλικιῶν· οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς
11
λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὄ τ᾿ ἐφ’ ὖ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιαιτηκώς, νῦν δ’ εἰς στήλην χαλκῆν ἀναγράφονται, καὶ ἵσταται ἡ στήλη πρὸ τοῦ βουλευτηρίου
παρὰ τοὺς ἐπωνύμους. τὸν δὲ τελευταῖον τῶν ἐπωνύμων λαβόντες
12
οἱ τετταράκοντα διανέμουσιν αὐτοῖς τὰς διαίτας καὶ ἐπικληροῦσιν ἅς ἕκαστος διαιτήσει καὶ ἀναγκαῖον ἃς ἂν ἕκαστος λάχῃ διαίτας ἐκδιαιτᾶν. ὁ γὰρ νόμος, ἄν τις μὴ μὴ γένηται διατητής τῆς ἡλικίας αὐτῷ καθηκούσης, ἄτιμον εἶναι εκλεύει, πλὴν ἐὰν τὐχῃ ἀρχων τι[ν]ὰ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ
ἢ ἀποδημῶν· οὔτοι δ’ ἀτελεῖς εἰσὶ μόνοι. ἔστιν δὲ καὶ εἰσαγγέλλειν εἰς
13
τοὺς διαιτητάς, ἐάν τις ἀδικηθῇ ὑπὸ τοῦ διαιτητοῦ, κἄν τινος καταγνῶσιν, ἀτιμοῦσθαι κελεύουσιν οἱ νόμοι· ἔφεσις δ’ ἔστι καὶ τούτοις. χρῶνται
14
δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι προγράφουσιν, ἀπὸ τίνος ἄρχοντος καὶ ἐπωνύμ[ου] μέχρι τίνων δεῖ
στρατεύεσθαι.