XLIX. δοκιμάζει δὲ καὶ τοὺς ἵππους ἡ βουλή, κἂν μέν τις καλ[ὸν
1
2
3
4
ἵππον ἔχ]ων κακῶς δοκῇ τρέφειν, ζημιοῖ τῷ σίτῳ, τοῖς δὲ μὴ δυναμ[ένοις ἀκολ]οθεῖν ἢ μὴ θέλοθσι μένειν ἀλλ’ ἀνάγουσι, τροχὸν ἐπὶ τὴν γνάθ[ο]ν ἐπιβ]άλλει, καὶ ὁ τοῦτο παθὼν ἀδόκιμός ἐστ. δοκιμάζει δὲ καὶ τοὺς προ[δ]ρ[όμους οἵ]τινες ἂν αὐτιῇ δοκῶ|σιν ἐπιτήδειοι προδπομεύειν εἶναι, κἄν
5
τιν’ ἀποχειροτονήσῃ, καταβέβηεν οὗτος. δοκιμάζει δὲ καὶ τοὺς ἁμίππους, κἄν τιν’ ἀποχειροτονήσῃ, πέπαυται μισθοφορῶν οὗτος. τοὺς δ’ ἱππέας
6
καταλέγουσι μὲν οἱ καταλογεῖς, οὕς ἂν ὁ δῆμος χειροτονήσῃ δέκα ἄνδρας· οὓς δ’ ἂν καταλέξωσι παραδιδόασι τοῖς ἱππάρχοις καὶ φυλάρχοις, οὗτοι δὲ παραλαβόντες εἰσφέρουσι τὸν κατάλογον εἰς τὴν βουλήν, καὶ τὸν πίνακ’ ἀνοίξαντες,
ἐν ᾧ κατασεσημασμένα τὰ ὀνόματα τῶν ἱππέων ἐστί, τοὺς μὲν ἐξομνυμένους τῶν πρότερον ἐγγεγραμμένων μὴ δυνατοὺς εἶναι τοῖς σώμασιν ἱππεύειν ἐξαλείφουσι, τοὺς δὲ κατειλεγμένους καλοῦσι, κἂν μέν τις ἐξομόσηται μὴ δύνασθαι τῷ σώματι ἱππεύειν ἢ τῇ οὐσίᾳ, τοῦτον ἀφιᾶσιν, τὸν δὲ μὴ ἐξομνύμενον διαχειποτονοῦσιν οἱ βουλευταὶ πότερον ἐπιτήδειός ἐστιν ἱππεύειν
ἢ οὔ· μὲν χειροτονήσωσιν, ἐγγράξουσιν εἰς τὸν πίνακα, εἰ δε δὲ μὴ, τοῦτον ἀφιᾶσιν.