XXXVIII. μετὰ δὲ ταῦτα καταλαβόντων τῶν ἀπὸ Φυλῆς τὴν Μουνιχίαν
1
καὶ νικησάντων μάχῃ τοὺς μετὰ τῶν τρικκοντα βοηθήσαντας, ἐπαναχωρήσαντες μετὰ τὸν κίνδυνον οἱ ἐκ τοῦ ἂστεως καὶ συναθροισθέντες εἰς τὴν
αγορὰν τῇ ὑστεραίᾳ τοὺς μὲν τριακοντα κατέλυσαν, αἱροῦνται δὲ δέκα τῶν πολιτῶν αὐτοκράτορας ἐπὶ τὴν τοῦ τολέμου κατάλυσιν. οἱ δὲ παραλαβόντες τὴν ἀρχὴν ἐφ’ ιἶς μὲν ῄρέθησαν οὐκ ἒπραττον, ἒπεμπον δ' εἰς Λακεδαίμονα
2
3
βοήειαν μεταπεμπόμενοι καὶ χρήματα θανειζόμενοι. χαλεπῶς δὲ ξερόντων
4
ὲπὶ τούτοις τῶν ἐν τῇ πολιτείᾳ, φοβούμενοι μὴ καταλυθῶσιν τῆς ἀρχῆς
5
καὶ βουλόμενοι καταπλῆξαι τοὺς ἂλλους (ὅπερ ἐγένετο), συλλαβόντες οὐδενὸς ὂντα δεύτερον τῶν πολιτῶν ἀπέκτειναν, καὶ τὰ πράγματα
βεβαίως εἶχον, συναγωνιζομένου Καλλιβίου τε καὶ τῶν Πελοποννησίων τῶν παρόντων καὶ πρὸς τούτοις ἐνίων τῶν ἐν τοῖς ἱππεῦσι. τούτων γάρ τινες μάλιστα τῶν πολιτῶν ἐσπούδαζον μὴ κατελθεῖν τοὺς ἀπὸ Φυλῆς. ὡς δ’
6
οἱ τὸν Πειραιέα καὶ τὴν Μουνιχίαν ἒχοντες, ἀποστάντος ἃπαντος τοῦ δήμου πρὸς αὐτούς, ἐπεκράτουν τῷ πολέμῳ, τότε καταλύσαντες τοὺς δέκα τοὺς
πρώτους αἱρεθέντας ἂλλους εἳλοντο δέκα τοὺς βελτίστους εἶναι δοκοῦντας, ἐφ’ ὦν συνέβη καὶ τὰς διαλύσεις Ι γενέσθαι καὶ κατελθεῖν τὸν δῆμον, συναγωνιζομένων
7
καὶ προθομουμένων τούτων. προειστήκεσαν δ’ αὐτῶν μάλιστα Ῥίνων τε ὁ Παιανιεὺς καὶ Φάυλλος ὁ Ἀχερδούσιος· οὖτοι γὰρ πρίν τε Παυσανίαν [τ'] ἀφικεσθαι θιεπεμποντο πρὸς τοὺς ἐν Πειραιεῖ καὶ
συνεσπούδασαν τὴν κάθοδον. ἐπὶ πέρας γὰρ ἢγαγε τὴν εἰρήνην καὶ τὰς
8
διαλύσεις Παυσανίας ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετὰ τῶν δέκα διαλλακτῶν τῶν ὓστερον ἀφικομένων ἐκ Λακεδαίμονος, οὓς αὐτὸς ἐσπούσασεν ἐλθεῖν. οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὒνοιαν τὴν εἰς τόν δῆμον ἐπῃνέθησαν, καὶ λκβόντες τὴν ἐπιμέλειαν ἐν ὀλιγαρχίᾳ τὰς εὐθύνας ἒσοσαν ἐν δημοκρατίᾳ,
καὶ οὐδὲν ἐνεκάλεσεν αὐτοῖς οὒτε τῶν ἐν ἂστει μεινάντων οὒτε τῶν ἐκ Πειραιέως κατελθόντων, ἀλλὰ διὰ ταῦτα καὶ στρατηγὸς εὐθὺς ῄρέθη Ῥίνων.