XXXVII. ἢδη δὲ τοῦ χειμῶνος ἐνεστῶτος, καταλαβόντος Θρασυβούλου
1
μετὰ τῶν φυγάσων Φυλήν, καὶ κατὰ τὴν στρατιὰν ἣν ἐξήγαγον οἱ τριάκοντα κακῶς ἀποχωρήσαντες, ἒγνωσαν τῶν μὲν ἂλλων τὰ ὃπλα παρελέσθαι, Θηραμένην δὲ διαφθεῖραι τόνδε <τὸν> τρόπον. νόμους εἰσήνεγκαν εἰς βουλὴν δύο κελεύοντες | ἐπιχειροτονεῖν, ὦν ὁ μὲν εἶς αὐτοχράτορας
2
ἐποίει τοὺς τριάκοντα τῶν πολιτῶν ἀποκτεῖναι τοὺς μὴ τοῦ καταλόγου μετέχοντας τῶν τρισχιλίων, ὁ δ’ ἓτερος ἐκώλυεοιvωἔι τῆς παρούσης πολιτείας ὃσοι τυγχάνουσιν τὸ ἐν Ἠετιωνείᾳ τεῖχος κατασκάψαντες ἢ τοῖς τετρακοσίοις ἐναντίον τι πράξαντες [ἢ] τοῖς κατασκευάσασι τὴν ἀλιγαρκίαν· ὦν ἐτύγχανεν ἀμφοτέρων κεκοινωνηκὼς ὁ Θηραμένης, ὣστε
συνέβαινεν ἐπικυρωθέντων τῶν νόμων ἒξω τε γίγνεσθαι τῆς πολιτείας αὐτὸν καὶ τοὺς τριάκοντα κυρίους εἶναι θανατοῦντας. ἀναιρεθέντος δὲ Θηραμένους μένους τά τε ὃπλα παρείλοντο πάντων πλὴν τῶν τρισχιλίων καὶ ἐν τοὶς ἂλλοις πολὺ πρὸς ὠμότητα καὶ πονηρίαν ἐπέδοσαν. πρέσβεις <δὲ> εἰς Λακεδαίμονα τοῦ τε Θηραμένους κατηγόρουν καὶ βοηθεῖν αὑτοῖς ἠξίουν·
ὦν ἀκούσαντες οἱ Λακεδαιμόνιοι Καλλίβιο ἀπέστειλαν ἀρμοστὴν καὶ στρατιώτας ὡς ἑπτακοσίους, οἳ τὴν ἀκρόπολιν ἐλθόντες ἐφρούρουν.