XXXIV. τούτους μὲν οῦν ἀφείλετο τὴν πολιτείαν ὁ δῆμος διὰ τάχους·
1
ἒτει δ’ ἑβδόμῳ μετὰ τὴν τῶν τετρακοσίων κατάλυσιν, ἐπὶ Καλλίου τοῦ Ἀγγελῆθεν ἂρχοντος, γενομένης τῆς ἐν Ἀργινούσσαις ναυμαχίας, πρῶτον μὲν τοὺς δέκα στρατηγοὸς τοὺς τῇ ναυμαχίᾳ νικῶντας συνέβη κριθῆναι μιᾷ
κειροτονίᾳ πάντας, τοὺς μὲν οὐδὲ συνναυμαχήσαντας, τοὺς δ’ ἐπ’ ἀλλοτρίας νεῶς σωθέντας, ἐξαπατηθέντος τοῦ δήμου διὰ τοὺς παρορλίσαντας· ἂπειτα βουλομένων Λακεδαιμόνίων ἐκ Δεκελείας ἀπιέναι καὶ ἐφ’ οἶς ἒχουσιν ἐκάτεροι εἰρήνην ἂγειν ἒνιοι μὲν ἐσπόύδαζον, τὸ δὲ πλῆθος | οὐκ ὑπήκουσεν
2
3
4
5
ἐξαπατηθέντες ὑπὸ Κλεοφῶντος, ὃς ἐκώλυσε γενέσθαι τῆν εἰρήνην ἐλθὼν
6
εἰς τὴν ἐκκλησίαν μεθύων καὶ θώρακα ἐνθεδυκώς, οὑ φάσκων ἐπιτρέψειν, ἐὰν μὴ πάσας ἀφιῶσι Λακεδαιμονιοι τὰς πόλεις. οὑ χρησάμενοι δὲ
7
παλῶς τότε τοῖς πράγμασι μετ’ οὐ πολὺν χρόνον ἒγνωσαν τὴν ἀμαρτίαν.
τῷ γὰρ ὓστερον ἒτει ἐπ’ Ἀλεξίου ἂρχοντος ἠτύχησαν τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, ἐξ ἦς συνέβη κύριον γενόμενον τῆς πόλεως Λύσανδρον καταστῆσαι τοὺς τριάκοντα τρόπῳ τοιῷδε. τῆς εἰρήνης γενομένης αὐτοῖς
8
ἐφ’ ᾦ τε πολιτεύσονται τὴν πάτριον πολιτείαν, οἱ μὲν δημοτικοὶ διασῴζειν ἐπειρῶντο τὸν δῆμον, τῶν δὲ γνωρίμων οἱ μὲν ἐν ταῖς ἐταιρείαις ὂντες καὶ
τῶν φυγάδων οἱ μετὰ τὴν εἰρήνην κατελθόντες ὀλιγαρχίας ἐπεθύμουν, οἱ δ’ ἐν ἐταιρείᾳ μὲν οὐδεμιᾷ αυγκαθεστῶτες [ἄ]λλως δὲ δοκοῦντες οὐδενὸς τῶν πολιτῶν τὴν πάτριον πολιτείαν ἐζήτουν. ὦν ἦν μὲν καὶ Ἀρχῖνος καὶ Ἄνυτος καὶ Κλειτοφῶν καὶ Φορμίσιος καὶ ἓτεροι πολλοί, προειστήκει δὲ μάλιστα Θηραμένης. Λυσάνδρου δὲ προσθεμένου τοῖς ὀλιγαρχικοῖς
καταπλαγεὶς ὁ δῆμος ἠναγκάσθη γειροτονεῖν τῆν ὀλιγαρχίαν. ἒγραψε δὲ τὸ ψήφισμα Δρακοντίδης Ἀφιδναῖος.