XIV. δημοτικώτατος δ᾿ εἶναι δοκῶν ό Πεισιστρατος καὶ σφόδρ᾿
1
εὐδοκιμηκὼς ἐν τῷ πρὸς Μεγαρέας πολέμῳ, κατατραυματίσας ἑαυτὸν συνέπεισε τὸν δῆμον, ὡς ὑπὸ τῶν ἀντιστασιωτῶν ταῦτα πεπονθώς, φυλακὴν
ἑαυτῷ δοῦναι τοῦ σώματος, Ἀριστίωνος γράψαντος τὴν γνώμην. λαβὼν δὲ τοὺς κορθνηφόρους καλουμένους, ἐπαναστὰς μετὰ τούτων τῷ δήμῳ κατέσχε τὴν α'κρόπολιν ἔτει δευτέρῳ καὶ τριακοστῷ μετὰ τὴν τῶν νόμων
2
3
4
5
6
7
θέσιν ἐπὶ Κωμέου ἄρχοντος. λέγεται δὲ Σόλωνα, Πεισιστράτου τὴν
8
φυλακὴν αἰτοῦντος, ἀντιλέξαι καὶ εἰπεῖν ὅτι τῶν μὲν εἴη σοφώτερος, τῶν
9
δ᾿ ἀνδορεεό[τε]ρος· ὅσοι μὲν γὰρ ἀγνοοῦσι Πεισίστρατον ἐπιτιθύμενον,
10
τυραν[νίδι], σοφώτερος εἷναι τούτων, ὅσι δ᾿ δἰδότες κατασιωπωσινότερος.
11
ἐπεὶ δὲ λέγων [οὐκ ἔ]πειθεν, ἐξαράμενος τὰ ὅπλα πρὸ τῶν θυρῶν αὐτὸς μὲν ἔφη βεβοηθηκέναι τῇ πατρίδι καθ᾿ ὅσον ἧν δυνατός (ἤδη γὰρ σφόδρα πρεσβύτης ἧν), ἀξιοῦν δὲ καὶ τοὺς ἄλλους ταὐτὸ τοῦτο ποιεῖν.
Σόλων μὲν [οὗν ο]ὐδὲν ἤνυσεν τότε παρακαλῶν· Πεισίστρατος δὲ λαβὼν
12
τὴν ἀρχὴν διῴκει τὰ κοινὰ πολιτικῶς μᾶλλον ἢ τυραννικῶς. οὔπω δὲ τῆς ἀρχῆς ἐρριζωμένης ὁμοφρονήσαντες οἱ πεὶ τὸν Μεγακλέα καὶ τὸν Λυκοῦργον ἐξέβαλον αὐτὸν ἕκτῳ ἔτει μετὰ τὴν πρώτην κατάστασιν ἐφ᾿ Ἡγησίου ἄρχοντος.ἔτει δὲ δωδεκάτῳ μετὰ ταῦτα περιελαυνόμενος ὁ Μεγακλῆς τῇ στάσει,
13
πάλιν ἐπικηρυκευσάμενος πρὸς τὸν Πεισίστρατον ἐφ᾿ ᾦ τε τὴν θυγατέρα αὐτοῦ λήψεται, κατήγαγεν αὐτὸν ἀρχαίως καὶ λίαν ἁπλῶς. προδιασπείρας γὰρ λόγον ὡς τῆς Ἀθηνᾶς καταγούσης Πεισίστρατον, καὶ γυναῖκα μεγάλην καὶ καλὴν ἐξευρών, ὡς μὲν Ἡρόδοτός φησιν, ἐκ τοῦ δήμου τῶν Παιανιέων, ὡς δ᾿ ἔνιοι λέγουσιν ἐκ τοῦ Κολλυτοῦ στεφανόπωλιν Θρᾷτταν, ᾖ ἄνομα Φύη,
τὴν θεὸν ἀπομιμησάμενος τῷ κόσμῳ συνεισήγαγεν μετ᾿ αὐτοῦ· καὶ ὁ μὲν Πεισίστρατος ἐφ᾿ ἅρματος εἰσήλαυνε παραιβατούσης τῆς γυναικός, οἱ δ᾿ ἐν τῷ ἄστει προσχυνοῦντες ἐδέχοντο θαυμάζοντες.