XIII. τὴν μὲν οὖν ἀποδημίαν ἐποιήσατο διὰ ταύτας τὰς αἰτίας.
1
Σόλωνος δ᾿ ἀποδημήσαντος, ἔτι τῆς πόλεως τεταραγμένης, ἐπὶ μὲν ἔτη τέτταρα διῆγον ἐν ἡσυχίᾳ· τῷ δὲ πέμπτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ κατέστησαν ἄρχοντα διὰ τὴν στ[άσ]ιν, καὶ πάλιν ἔτει πέμπτῳ διὰ τὴν αὐτὴν αἰτίαν ἀναρχίαν ἐποίησαν. μετὰ δὲ ταῦτα διὰ τῶν αὐτῶν χρόνων Δαμασίας
2
αἱρεθεὶς ἄρχων ἔτη δύο καὶ δύο μῆνας ἦρξεν, ἕως ἐξηλάθη βίᾳ
τῆς ἀρχῆς. εἶτ᾿ ἔδοξ[εν] αὐτοῖς διὰ τὸ στασιάζειν ἄρχοντας ἐλέσθαι δέκα,
3
4
5
6
7
πέντε μὲν εὐπατριδῶ, τρεῖς δὲ ἀ[γ]ροίκων, δύο δὲ δημιουργῶν, καἱ οὗτοι
8
τὸν μετὰ Δαμασίαν ἦρξαν ἐνιαυτόν. ᾧ καὶ δῆλον ὅτι μεγίστην εἶχεν δύναμιν ό ἄρχων· φαίνονται γὰρ αἰεὶ στασιάζοντες περὶ τῆς τῆς ἀρχῆς. ὅλως δὲ διετέλουν νοσοῦντες τὰ πρὸς ἑαυτούς, οἳ μὲν ἀρχὴν καὶ πρόφασιν
9
ἔχοντες τὴν τῶν χρεῶν ἀποκοπήν (συνεβεβήκει γὰρ αὐτοῖς πένησιν), οἳ δὲ τῇ πολιτείᾳ δυσχεραίνοντες διὰ τὸ μεγάλην γεγονέναι μεταβολήν, ἔνιοι δὲ διὰ [τὴν] πρὸς ἀλλήλους φιλονικίαν. ἦσαν δ᾿ αἱ στάσεις
10
τρεῖς· μία μὲν τῶν παραλίων, ὧν προειστήκει Μεγακλῆς ὁ Ἀλκμέωνος, οἵπερ ἐδόκουν μάλιστα διώκειν τὴν μέσην πότεόαμ· ἄλλη δὲ τῶν πεδιακῶν,
οἳ τὴν ὀλιγαρχίαν ἐζήτουν, ἡγεῖτο δ᾿ αὐτῶν Λυκοῦργος· τρίτη δ᾿ ἡ τῶν διακρίων, ἐφ᾿ ᾗ τεταγμένος ἦν Πεισίστρατος, δημοτι[κ]ώτατος εἶναι δοκῶν. προσεκεκόσμηντο δὲ τούτοις οἵ τε ἀφ[ῃ]ρημένοι τὰ χρέα διὰ τὴν ἀπορ[ί]αν
11
καὶ οἱ τῷ γένει μὴ καθαροὶ διὰ τὸv φόβον· σημεῖον δ᾿, ὅτι μετὰ τὴν [τῶν] τυράννων κατάλυσιν ἐποίησαν διαψηφισμόν, ὡς πολλῶν κοινωνούντων τῆς
πολιτείας οὐ προσῆκον. εἶχον δὲ ἕκαστοι τὰς ἐπωνυμίας ἀπὸ τῶν τόπων έν οἷς ἐγεώργουν.