τ[ῷ δη]μοσίῳ· κἄν τις ἐλλίπῃ καταβολήν, ἐνταῦθ’ ἐγγέγραπται, καὶ διπλά[σιον ἀ]νάγκη τὸ ἐλλ]ειφθὲν καταβάλλειν ἢ δεδέσθαι, καὶ ταῦτα εἰσπράτ[ τειν ἡ βο]υλὴ καὶ δῆσαι κυ]ρία κατὰ τοὺς νόμους ἐστίν. τῇ 2 μὲv οὖν προτεραίᾳ δέχονται τὰς π[άσα]ς καὶ μερίζουσι ταῖς ἀρχαῖς, τῇ δ’ ὑστεραίᾳ τόν τε μερισμὸν εἰσ[φέρου]σι γράψαντες ἐν σανίδι καὶ καταλέγουσιν
ἐν τῷ βουλευτρίῳ καὶ προ[τιθ]έασιν ἐν τῇ βουλῇ, εἴ τίς τινα οἶδεν ἀδικοῦντα περὶ τὸν μερισμ[ὸν ἢ ἄρ]χοντα ἢ ἰδιώτην, καὶ γνώμας ἐπιψηφίζουσιν, ἐάν τίς τι δοκῇ ἀδικ[εῖν.
δεδωκότων ἐντὸς γݲ ἡ[μερῶν ἀφ’] ἧς ἔδωκε τὰς εὐθύνας ἄν τ’ ἄν τε δ[η]μο[σί]α[ν] ἐμβαλέσθαι, γράψας εἰς πινάκιον λελευκωμένον μένον τοὔνομα τό [θ᾿ αὑτο]ῦ καὶ τὸ τοῦ φεύγοντος καὶ τὸ ἀδίκημ’ ὅ τι ἐγκαλῇ, καὶ τίμημα ἐ[πιγραψ]άμενος ὅ τι ἂν αὐτῷ δοκῇ δίδωσιν τῷ εὐθύνῳ. ὁ δὲ λαβὼν τοῦτο καὶ ἀν[αγνού]ς, ἐὰν μὲν καταγνῷ παραδίδωσιν τὰ μὲν 9
ἴδια τοῖς δικασταῖς τοῖς κατὰ δήμ[ους τοῖς] τὴν φυλὴν ταύτην εἰσάγουσιν, τὰ δὲ δημόσια τοῖς θεσμοθέτα[ις ἀ]ναγράφει. οἱ δὲ θεσμοθέται, ἐὰν παραλάβωσιν, πάλιν εἰσάγουσιν [ταύτην τὴν] εὔθυναν εἰς τὸ δικαστήριον, καὶ τι ἢν γνῶσιν οἱ δικαστ[αί, τοῦτο κύ]ριόν ἐστιν.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.