δὲ ταῦτα χρόνου τινὸς οὐ πολλοῦ διελθόντος ἐπ᾿ Ἀρισταίχμου ἄρχοντος Λρά[κ]ων τοὺς θεσμοὺς ἔθηκεν· ἡ δὲ τάξις αὕτη τόνδε τὸν τρόπον εἷχε. ἀπεδέδοτο μὲν ἡ πολιτεία τοῖς ὅπλα παρεχομένοις. ᾑροῦντο δὲ τὸυς μεν
ἐννέκ ἄρχοντας καὶ τοὺς ταμίας οὐσίαν κεκτημένους οὐκ ἐλάττω δέκα μνῶν ἐλευθέραν, τὰς δ᾿ ἄλλας ἀρχὰς | <τὰς> ἐλάττους ἐκ τῶν ὅπλα παρεχο- 1
μένων στρατηγοὺς δὲ καὶ ἱππάρχους οὐσίαν ἀποφαίνοντας οὐκ ἔλαττον ἢ έκατὸν μνῶν ἐλευθέραν καὶ παῖδας ἐκ γαμετῆς γυναικὸς γνησίους ὑπὲρ δέκα ἔτη γεγονότας· τούτους δ᾿ ἔδει διε[γγ]υᾶν τοὺς πρυτάνεις καὶ τοῦς στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς ἕνους μέχρι εὐθυνῶν, ἐγγυητὰς δݲ ἐκ τοῦ αὐτοῦ τέλους δεχομένους οὗπερ οἱ στρατηγοὶ καὶ οἱ ἵππαρχοι. βουλεύειν
δὲ τερακοσίους καὶ ἕνα τοὺς λαχόντας ἐκ τῆς πολιτείας. κληροῦσθαι δὲ καὶ ταύτην κὰς ἄλλας ἀπχὰς τοὺς ὑπὲρ τριάκοντ᾿ ἔτη γεγονότας, δὲ δὶς τὸν αὐτ[ον μὴ ἄρχειν πρὸ τοῦ τοῦ πάντα ἐξελθεῖν· τότε δὲ πάλιν ἐξ ὔπαρχῆς κληροῦν. εἰ δέ τις τῶν βουλευτῶν, ὄταν ἕδρα βουλῆς ἤ ἐκκλησίας ᾖ, ἐκλείποι τὴν σύνοδον, ἀπέτινον ὁ μὲν πεντακοσιομέδιμνος τρεῖς δραχμάς,
ὁ δὲ ίππεὺς δύο, ζευγίτης δὲ μίαν. ἡ δὲ βουλὴ ἡ ἐξ ᾿Αρείου πάγου
φύλαξ ἧν τῶν νόμων καὶ διετήρει τὰς ἀρχὰς ὅπως κατὰ τοὺς νόμους ἄρχωσιν. ἐξῆν δὲ τῷ ἀδικουμένῳ πρὸ[ς τὴν τῶν] Ἀρεοπαγιτῶν βουλὴν εἰσαγγέλλειν ἀποφαίνοντι παρ᾿ ὅν ἀδικεῖται νόμον. ἐπὶ δὲ τοῖς σώ[μ]ασιν ἧσαν οἱ
δανεισμοί, καθάπερ εἴρηται, καὶ ἡ χώρα δι᾿ ὀλίγων ἧν.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.