τὰς μὲν ἀρχὰς [[καθ]ίστασαν ἀριστίνδην καὶ πολουτίνδην· ἧρχον δὲ τὸ μὲν
πρῶτον διὰ [βίου], μετὰ δὲ ταῦτα [δε]καέτειαν. μέγισται δὲ καὶ πρῶται
τῶν ἀρχῶν ἧσαν βασιλεὺς καὶ πολέμαρχος καὶ [ἄ]ρ[χω]ν· τούτων δὲ πρώτη μὲν ἡ τοῦ βασιλέως (αὕτη γὰρ ἧν πάτριος), δευτέρα δ᾿ ἐπικατέστη [πολ]ε- μαρχία διὰ τὸ γενέσθαι τινὰς τῶν βασιλέων τὰ πολέμια μαλακούς· ὅθε[ν κ]αὶ τὸν Ἴωνα μετε[πέ]μψαντο χρείας καταλαβούσης. τελευταία δ᾿ ἡ
τ[οῦ ἄ]ρ[χ]οντ[ος· ο]ἱ μὲν γὰρ πλείους ἐπὶ Μέδοντος, ἔνιοι δ᾿ ἐπὶ Ἀκάστου φασὶ γενέσθαι [ταύ]την· τεκμήριον δ᾿ ἐπιφέρουσιν ὅτι οἱ ἐννέα ἄρχοντες ὀμνύουσι[ν ὥ]σπερ [ἐ]πὶ Ἀκάστου τὰ ὅρκια ποιήσειν, ὡς ἐπὶ τούτου τῆς βασιλείας παραχωρησάντων τῶν Κοδ[ρι]δ[ῶν] ἀντὶ τῶν δοθεισῶν τῷ ἄρχοντι δωρεῶν. τοῦτο μὲν οὗν ὁποτέρως ποτ᾿ ἔχει, μικρὸν ἄν παραλλάττοι τοῖς
χρόνοις· ὅτι δὲ τελευταία τούτων ἐγένετο τῶν μικρὸν ἄν σημεῖον καὶ [τὸ] μηδὲν τῶν πατρίων τὸν ἄρχ[ο]ντα διοικεῖν, ὥσπερ ὁ βασιλεὺς καὶ ὁ πολέμαρχος, ἀλλ᾿ἁπλῶ[ς] τὰ ἐπίθετα· διὸ καὶ νεωστὶ γέγονεν ἡ ἀρχὴ γεμάλη, τοῖς ἐπ[ι]θέτοις αὐξηθε[ῖ]σα. θ[εσ]μοθέται δὲ πολλοῖς ὕστερον ἔτεσιν
ῇρέθησαν, ἤδη κατ᾿ ἐνιαυτὸν αἱρουμέ[νων] τὰς ἀρχάς, ὅπως ἀναγράψαντες
τὰ θέσμια φυλάττωσι πρὸς τὴν τῶν ἀμφι[σ]βητ[ού]ντων κρίσιν· διὸ καὶ μόνη τῶν ἀρχῶν οὐκ ἐγένετο πλείων ἐνιαυσίας. τοῖς μὲν οὗν χρόνοις
τοσοῦτον προέχουσιν ἀλλήλων. ἧσαν δ᾿ οὐχ ἅμα πάντες οἱ ἐννέα ἄρχοντες, ἀλλ᾿ ὁ μὲν βασιλεὺς εἷχε τὸ νῦν καλούμενον Βουκολεῖον πλησίον τοῦ πρυτανείου (σημεῖον δέ· ἔτι καὶ νῦν γὰρ τῆς τοῦ βασιλέως γυναικὸς ἡ σύμμειξις
ἐνταῦθα γίγνεται τῷ Διονύσῳ καὶ ὁ γάμος), ὁ δὲ ἄρχων τὸ πρυτανεῖον, ὁ δὲ πολέμαπχος τὸ Ἐπιλύκειον (ὃ πρότερον μὲν ἐκαλεῖτο πολεμαρχεῖον, ἐπεὶ δὲ Ἐπίλυκος ἀνῳκοδόμησε καὶ κατεσκεύασεν αὐτὸ πολεμαρ[χ]ήσας Ἐπιλύκειον ἐκλήθη)· θεσμοθέται δ᾿ εἷχον τὸ θεσμοθετεῖον. ἐπὶ δὲ Σόλωνος 1 2 3 4 5 [ἅπ]αντες εἰς τὸ θεσμοθετεῖον συνῆλθον. κύριοι δ᾿ ἧσαν καὶ τὰς δίκας 6 αὐτοτελεῖς [κρίν]ειν καὶ οὐχ ὥσπερ νῦν προανακρίνειν. τὰ μὲν οὗν περὶ τὰς ἀχὰς τοῦτον εἷχε τὸν τρόπον. ἡ δὲ τῶν Ἀρεοπαγιτῶν βουλὴ μὲν 6 τάξιν εἷχε τοῦ διατηρεῖν τοὺς νόμους, διῷκει δὲ τὰ πλεῖστα καὶ τὰ μέγιστα
τῶν ἐν τῇ πόλει, καὶ κολάζουσα καὶ ζημιοῦσα πά ντας τοὺς ἀκοσμοῦντας κυρίως. ἡ γὰρ αἵρεσις τῶν ἀρχόντων ἀριστνδην καὶ πλουτίνδην ἧν, ἐξ ὧν οἱ Ἀρεοπαγῖται καθίσταντο· διὸ καὶ μόνη τῶν ἀρχῶν αὕτη μεμένηκε διὰ βίου καὶ νῦν.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.