> ἦρξε τοὺς ἐπιλοίπους δέκα μῆνας. ἡττηθέντες δὲ τῇ περὶ Ἐρέτριαν ναυμαχίᾳ καὶ τῆς Εὐβοίας ἀποστάσης ὃλης πλὴν Ὠρεοῦ, χαλεπῶς ἐνεγκόντες ἐπὶ τῇ συμφορᾷ μάλιστα τῶν προγεγενημένων (πλείω γὰρ ἐκ τῆς ἢ τῆς Ἀττικῆς ἐτύγχανον ὠφελούμενοι) κατέλυσαν τοὺς τετρακοσίους καὶ τὰ πράγματα παρέδωκαν τοῖς πεντακισχιλίοις τοῖς ἐκ τῶν ὃπλων, ψηφισάμενοι
μηβδεμίαν ἀρχὴν εἶναι μισθοφόρον. αἰτιώτατοι δ’ ἐγένοντο τῆς 2 καταλύσεως Ἀριστοκράτης καὶ Θηραμένης, οὺ συναρεσκόμενοι τοῖς ὑπὸ τῶν τετρακοσίων γιγνομένοις· ἃπαντα γὰρ δι’ αὑτῶν ἒπραττον, οὐδὲν ἐπαναφέροντες τοῖς πεντακισχιλίοις. δοκοῦσι δὲ καλῶς πολιτευθήναι κατὰ τούτους τοὺς καιρούς, πολέμου τε καθεστῶτος καὶ ἐκ τῶν ὃπλων τῆς πολιτειας
ουσης.
Constitution of the Athenians. Aristotle. ed. Frederic G. Kenyon. Germany. 2017.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.