Eumenides. Aeschylus. ed. F. A. Paley. Cambridge. 1885.
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Current edition Experimental
Commentary on the Eumenides (OCR draft) (English) (Brief English notes on Aeschylus' Eumenides by F. A. Paley, 1885.)
Provisional text from uncorrected OCR; expect errors.
Editions (12)
Εὐμενίδες First1KGreek (Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.) — 397-489 focus
Αθηνα
πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
1
ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
400
ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις:
ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος,
πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον.
405
καινὴν
2
δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς
ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα.
τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω:
βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
410
οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
3
οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι.
λέγειν δ᾽ ἄμομφον
4
ὄντα τοὺς πέλας κακῶς
πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.
Χορός
πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη.
415
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς
5
τέκνα.
Ἀραὶ
6
δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ
γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
Χορός
τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα.
Ἀθηνᾶ
μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
420
Χορός
βροτοκτονοῦντας
7
ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ
Χορός
ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ
ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς
10
φυγάς;
Χορός
φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
425
Ἀθηνᾶ
Χορός
ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ
δυοῖν παρόντοιν ἥμισυς λόγος
13
πάρα.
Χορός
ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι.
14
Ἀθηνᾶ
κλύειν δίκαιος
15
μᾶλλον ἢ πρᾶξαι θέλεις.
430
Χορός
πῶς δή; δίδαξον: τῶν σοφῶν γὰρ οὐ πένει.
Ἀθηνᾶ
ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός
ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην.
Ἀθηνᾶ
ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος;
Χορός
πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων.
16
435
436
Ἀθηνᾶ
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ
17
ψόγον:
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
440
σεμνὸς προσίκτωρ ἐν
18
τρόποις Ἰξίονος:
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης
ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων
19
μύσος
445
πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην
20
βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα:
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου
21
βοτοῦ.
450
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα.
Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
455
Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα:
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ᾽ οὗτος
22
οὐ καλῶς, μολὼν
εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
460
κρύψασ᾽, ἃ
23
λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
465
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
σὺ δ᾽
24
εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην:
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.
470
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
Ἀθηνᾶ
τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
470
βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
27
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις:
αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
χώρᾳ μεταῦθις
30
ἰὸς ἐκ φρονημάτων
πέδοι
31
πεσὼν ἄφερτος αἰανὴς νόσος.
τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν
480
ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,
†φόνων δικαστὰς ὁρκίους αἱρουμένη
34
θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον†.
35
ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
485
καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα.
κρίνασα δ᾽ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω,
36
διαιρεῖν τοῦτο πρᾶγμ᾽ ἐτητύμως,
490
τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν
Εὐμενίδες Perseus (Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.) — 397-489 focus
Ἀθηνᾶ
πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν
ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη,
ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι,
τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα,
400
ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί,
ἐξαίρετον δώρημα Θησέως τόκοις·
ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα,
πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος.
πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχον
405
καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς
ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα.
τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω·
βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ,
ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
410
οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας
οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν.
λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς
πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις.
Χορός
πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη.
415
ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα.
Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ
γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους.
Χορός
τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα.
Ἀθηνᾶ
μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.
420
Χορός
βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν.
Ἀθηνᾶ
καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς;
Χορός
ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται.
Ἀθηνᾶ
ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς;
Χορός
φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο.
425
Ἀθηνᾶ
ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον;
Χορός
ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν;
Ἀθηνᾶ
δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα.
Χορός
ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι.
Ἀθηνᾶ
κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις.
430
Χορός
πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ.
Ἀθηνᾶ
ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω.
Χορός
ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην.
Ἀθηνᾶ
ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος;
Χορός
πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων.
435
436
Ἀθηνᾶ
τί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
440
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης
ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσος
445
πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
450
πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς,
455
Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν
εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
460
κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
465
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους.
σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.
470
ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω.
Ἀθηνᾶ
τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε
470
βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις
φόνου διαιρεῖν ὀξυμηνίτου δίκας·
ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς
ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις·
οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει.
475
αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον,
καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου,
χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων
πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος.
τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν
480
πέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί.
ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε,
φόνων δικαστὰς ὁρκίους αἱρουμένη
θεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον.
ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
485
καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα·
κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα
ἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως,
ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.
τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν
Εὐμενίδες (1518 edition; OCR draft) Experimental (Aeschylus, Eumenides, 1518 edition. VLM-assisted OCR with native lineation and automated correspondence to the Smyth edition.) — 436 focus
Ἀθηνᾶ
τί πρός τάδ' εἰπεῖν ὦ ξέν' ἐν μέρει θέλεις,
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφοράς,
τὰς σὰς, ἔπειτα τόνδ' ἀμυνάθου ψόγον,
400
εἴπερ πεποιθὼς τῇ δίκῃ, βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἀμῆς πέλας,
σεμνὸς προσίκτωρ ἐν δόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν
ὐμαθὲς
εὐμαθὲς τί μοι.
Ὀρέστης
ἄνασσ' Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων.
405
τῶν σῶν ἐπῶν μέλημ' ἀφαιρήσω μέγα.
ὐκ
οὐκ εἰμὶ προσ τρόπαιος,
ὐδ'
οὐδ' ἔχει μύσος,
πρὸς χειρὶ τῇ μῇ τόσον ἐφεζομένῃ βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος.
410
ἐστ' ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου,
σφαγαὶ καθαιμάξυσι νοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτ' ἀφιβώμεθα.
ὄικοισι, καὶ βοτοῖσι, καὶ ῥυτοῖς πόροις,
ταύτην μὲν
415
ΕΥΜΕΝΙΔΕΣ. 89
Ὀρέστης
ταύτην μὲν ὅτω φροντίδ᾽ ἐκ ποδῶν λέγω.
γένος δὲ τἀμὸν ὡς ἔχει, πεύσῃ τάχα.
Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς.
Ἀγαμέμνον᾽ ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
420
ἔθηκας, ἔφθιθ᾽ οὗτος οὐ καλῶς μολών,
δ᾽ οἶκον, ἀγάν ιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα ποικίλοις ἀγρεύμασιν.
κρύψασα λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθὼν, τὸν πρὸ τοῦ φεύγων χρόνον.
425
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι.
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶν δε κοινῇ, λοξίας ἐπαίτιος.
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶν δ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους,
430
σύ τ᾽ εἰ δικαίως εἴτε μὴ κρίνων δίκην
πράξας γὰρ ἐν σοὶ πανταχῇ τά δ᾽ αἰνέσω.
Εὐμενίδες (OCR draft) Experimental (Εὐμενίδες. Guilielmus Dindorfius, 1882.) — 436 focus
Αθ.
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν, ἐν μέρει θέλεις?
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σὰς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἦσαι φυλάσσων ἑστίας ἐμῆς πέλας
440
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος·
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
ΟΡ.
ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος
445
πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα·
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἐς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
450
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα.
Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
455
Ἀγαμέμνον, ἀνδρῶν ναυβατῶν ἁρμόστορα·
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν
εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασι
460
κρύψασ', ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθὼν, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
465
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
σύ τ' εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῆ τάδ᾽ αἰνέσω.
Εὐμενίδες (OCR draft) Experimental (Εὐμενίδες. Gottfried Hermann, 1852.) — 436 focus
Ἀθηνᾶ
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυνάθου ψόγον,
430
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἀμῆς πέλας,
σεμνὸς προςίκτωρ ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης
ἄνασσ' Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
435
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προςτρόπαιος, οὐδ᾽ ἔχει μύσος
πρὸς χειρὶ τὴμῇ τὸ σὸν ἐφημένου βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα·
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
440
ἔςτ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
445
γένος δὲ τοὐμὸν ὡς ἔχει, πεύσει τάχα.
Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
Ἀγαμέμνονα, τῶν ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιν᾽ οὗτος οὐ καλῶς, μολὼν
450
ἐς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
κρύψασ', ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
455
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
σὺ δ᾽, εἰ δικαίως εἴτε μή, κρῖνον δίκην·
460
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.
ΕΥΜΕΝΙΔΕΣ (OCR draft) Experimental (ΕΥΜΕΝΙΔΕΣ. Paul Mazon, 1920-1925.) — 436 focus
Αθ.
Τί πρὸς τάδ' εἰπεῖν, ὦ ξέν', ἐν μέρει θέλεις ;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφοράς
τὰς σὰς ἔπειτα τόνδ' ἀμυνάθου ψόγον·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας
ἐμῆς
ἁμῆς πέλας
440
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος,
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
ΟΡ.
Ἄνασσ' ᾿Αθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα·
οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽
ἔχων
ἔχει μύσος
445
πρὸς χειρὶ τἠμῇ τὸ σὸν
ἐφεζόμην
ἐφεζομένη (-μένῃ Tr) βρέτας·
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα
ἄφθογγον
ἄφωνον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ
καθαιμάξωσι νεοθήλου βοτοῦ
καθαιμάξουσιν οθήλου βοτοῦ
καθαιμάξουσιν ὀθνείου βροτοῦ·
450
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι καὶ
βατοῖσι
βοτοῖσι
βροτοῖσι καὶ ῥυτοῖς πόροις·
ταύτην μὲν οὕτω φροντίδ' ἐκποδὼν λέγω.
Γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα·
Ἀργεῖός εἰμι, πατέρα δ' ἱστορεῖς καλῶς,
455
᾿Αγαμέμνον', ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ
Τρωσὶν
τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας· ἔφθιθ᾽
οὗτος
οὕτως οὐ καλῶς μολὼν
ἐς οἶκον, ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
460
ΕΥΜΕΝΙΔΕΣ
[ΟΡ.]
κρύψασ' ἃ
κρύψασα
λουτρῶν
λουτρὸν δ᾽ ἐξεμαρτύρει φόνον.
Κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός·
καὶ τῶνδε κοινῇ Λοξίας
μεταίτιος
ἐπαίτιος (cf. 467),
465
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδ'
ἔρξοιμι
ἔρξαιμι τοὺς ἐπαιτίους.
Σὺ
δ'
τ', εἰ δικαίως εἴτε μή, κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῆ τάδ' αἰνέσω.
Εὐμενίδες (OCR draft) Experimental (Εὐμενίδες. Arthur Sidgwick, 1887.) — 436 focus
Αθ.
τί πρὸς τάδ' εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις ;
λέξας δε χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυνάθου ψόγον·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας,
440
σεμνὸς προσίκτωρ, ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
1
ΟΡ.
ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽
ἔχων μύσος
445
πρὸς χειρὶ τῇ ᾿μῇ τὸ σὸν
ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
450
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει, πεύσει τάχα.
Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
455
Ἀγαμέμνον, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν
ἐς οἶκον, ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
460
κρύψασ', ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
465
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ.
εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
σὺ
δ', εἰ δικαίως εἴτε μή, κρῖνον δίκην
πράξας γὰρ ἐν σοὶ πανταχῆ τάδ' αἰνέσω.
2
Εὐμενίδες (OCR draft) Experimental (Εὐμενίδες. N. Wecklein, 1885.) — 436 focus
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
440
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγου·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
445
ΟΡ.
ἄνασσ' Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος
πρὸς χειρὶ τὴμῇ τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα·
450
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
ΟΡ.
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
455
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω·
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα.
Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
Ἀγαμέμνον, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
460
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν
ἐς οἶκον, ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
κρύψασ', ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
465
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
ἄλγη προφανῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
470
σὺ δ᾽, εἰ δικαίως εἴτε μή, κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω.
Αθ.
Εὐμενίδες (OCR draft) Experimental (Εὐμενίδες. Martin L. West, 1990.) — 436 focus
Αθ.
τί πρὸς τάδ᾽ εἰπεῖν ὦ ξέν᾽ ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφοράς
τὰς σάς, ἔπειτα τῶνδ᾽ ἀμυνάθου ψόγον,
εἴπερ πεποιθὼς τῆι δίκηι βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας
440
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
ΟΡ.
ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος
445
πρὸς χειρὶ τἠμῆι τὸ σὸν ἐφεζόμην βρέτας·
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι ν⟨ε⟩οθήλου⟨ς⟩ βοτοῦ·
450
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
1
2
3
4
5
6
7
8
9
10
ΟΡ.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω·
γένος δὲ τοὐμὀν ὡς ἔχει πεύσηι τάχα.
Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
455
Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ὧι σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν
εἰς οἶκον, ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
460
κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποινῆσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῆι Λοξίας μεταίτιος,
465
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίαι,
εἰ μή τι τῶνδ᾽ ἔρξοιμι τοὺς ἐπαιτίους.
σὺ δ᾽ εἰ δικαίως εἴτε μή, κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῆι τάδ᾽ αἰνέσω.
Aeschyli Eumenides (OCR draft) Experimental (Aeschyli Eumenides. Ulrich von Wilamowitz-Moellendorff, 1914.) — 436 focus
ΑΘ.
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφοράς
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ψόγον,
εἴπερ πεποιθὼς τῆι δίκηι βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἐμῆς πέλας,
445
σεμνὸς προσίκτωρ ἐν τρόποις Ιξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
ΟΡ.
ἄνασσ᾽ ᾿Αθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμι προστρόπαιος, οὐδ᾽ ἔχων μύσος
450
πρὸς χειρὶ τἠμῆι τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
455
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω·
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσηι τάχα.
᾿Αργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
460
᾿Αγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ὡι σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολών
Apparatus Criticus
θέλοι θέλει δίκαιος δικαίως δικαίους πένηι πέλη et πέλει τὰ μὴ τὰ μέν σέβουσαί σεβόμεναι σέβοιμεν ac voluit F2 ἀξίαν ἐπαξίως ἀξίαν τ᾽ ἐπαξίων 1 corr. Boissonade ἐμῆς ἀμῆς ἔχων... ἐφεζόμην ἔχει... ἐφεζομένη ἄφθογγον ἄφωνον καθαιμάξωσι νεοθήλου βοτοῦ καθαιμάξουσιν οθήλου βοτοῦ -ξουσιν ὀθνείου βροτοῦ corr. Turn. βοτοῖσι βροτοῖσι 2 Τροίαν Τρώιαν 3 ἔφθιθ᾽ ἔφθητ᾿ οὕτως
ΟΡ.
ἐς οἶκον, ἀλλά νιν κελαινόφρων ἐμή
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
465
κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῆι Λοξίας μεταίτιος,
470
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίαι,
εἰ μή τι τῶνδ᾽ ἔρξοιμι τοὺς ἐπαιτίους.
σὺ δ᾽, εἰ δικαίως εἴτε μή, κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῆι τάδ᾽ αἰνέσω.
Εὐμενίδες (OCR draft) Experimental (Greek text of Aeschylus' Eumenides, edited by F. A. Paley, 1885.) — 436 focus
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις ;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
415
τὰς σὰς, ἔπειτα τόνδ᾽ ἀμυνάθου ψόγον·
εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε
ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας,
σεμνὸς προσίκτωρ, ἐν τρόποις Ιξίονος.
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
420
Ὀρέστης
ἄνασσ᾽ ᾿Αθάνα, πρῶτον ἐκ τῶν ὑστάτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχει μύσος
πρὸς χειρὶ τῇ μῇ τὸ σὸν ἐφημένῃ βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα·
425
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔστ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις.
430
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει, πεύσει τάχα.
᾿Αργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
᾿Αγαμέμνον᾿ ἀνδρῶν ναυβατῶν ἁρμόστορα,
ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν
435
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν
ἐς οἶκον, ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθὼν, τὸν πρὸ τοῦ φεύγων χρόνον,
440
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος,
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ,
εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
445
σὺ δ᾽, εἰ δικαίως εἴτε μὴ, κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχή τάδ᾽ αἰνέσω.
Ἀθηνᾶ
Εὐμενίδες (OCR draft) Experimental (Greek text of Aeschylus' Eumenides, edited by Friedrich Blass, 1907.) — 436 focus
τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις;
λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς
τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυνάθου ψόγον·
εἴπερ πεποιθὼς τῆι δίκηι βρέτας τόδε
ἦσαι φυλάσσων ἑστίας ἐμῆς πέλας
440
σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος·
τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι.
Ὀρέστης
ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστίτων
τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα.
οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων μύσος
445
πρὸς χειρὶ τἠμῆι τὸ σὸν ἐφεζόμην βρέτας.
τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα.
ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος,
ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου
σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ.
450
πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα
οἴκοισι καὶ βατοῖσι καὶ ῥυτοῖς πόροις.
ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω.
γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσηι τάχα.
Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς,
455
Αγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα·
ξὺν ὧι σὺ Τρώιαν ἄπολιν Ἰλίου πόλιν
ἔθηκας. ἔφθιθ᾽ οὗτος οὐ καλῶς, μολὼν
εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ
μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν
460
κρύψασ᾽, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον.
κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον,
ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι,
ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός.
καὶ τῶνδε κοινῆι Λοξίας μεταίτιος,
465
ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾶι,
εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους.
σὺ δ᾽ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην·
πράξας γὰρ ἐν σοὶ πανταχῆι τάδ᾽ αἰνέσω.
Ἀθηνᾶ
Translations (10)
Eumenides Perseus (Aeschylus, Volume 2. Smyth, Herbert Weir, translator. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926. (Modernized by Perseus.)) — 397-485 focus
Athena
From afar I heard the call of a summons, from the Scamander, while I was taking possession of the land, which the leaders and chiefs of the Achaeans
assigned to me, a great portion of the spoil their spears had won, to be wholly mine forever, a choice gift to Theseus’ sons.
1
From there I have come, urging on my tireless foot, without wings rustling the folds of my aegis,
400
yoking this chariot to colts in their prime.
2
As I see this strange company of visitors to my land, I am not afraid, but it is a wonder to my eyes. Who in the world are you? I address you all in common—this stranger sitting at my image,
405
and you, who are like no race of creatures ever born, neither seen by gods among goddesses nor resembling mortal forms. But it is far from just to speak ill of one’s neighbor who is blameless, and Right stands aloof.
410
Chorus
Daughter of Zeus, you will hear it all in brief. We are the eternal children of Night. We are called Curses in our homes beneath the earth.
415
Athena
I now know your family and the names by which you are called.
Chorus
You will soon learn my office.
Athena
I shall understand, if someone would tell the story clearly.
420
Chorus
We drive murderers from their homes.
Athena
And where is the end of flight for the killer?
Chorus
Where joy is absent and unknown.
3
Athena
And would you drive this man with your shrieks to such flight?
Chorus
Yes, for he thought it right to be his mother’s murderer.
425
Athena
Through other compulsions, or in fear of someone’s wrath?
Chorus
Where is there a spur so keen as to compel the murder of a mother?
Athena
Two parties are present; only half the case is heard.
Chorus
But he will not receive an oath nor does he want to give one.
Athena
You want to be called just rather than to act justly.
430
Chorus
How so? Teach me. For you are not poor in subtleties.
Athena
I say that oaths must not win victory for injustice.
Chorus
Well then, question him, and make a straight judgment.
Athena
Then would you turn over the decision of the charge to me?
Chorus
How not?—since we honor you because you are worthy and of worthy parentage.
435
436
Athena
What do you want to say to this, stranger, in turn? After you name your country and family and fortunes, then defend yourself against this charge; if indeed, relying on the justice of your case,
you sit clinging to my image near my hearth, as a sacred suppliant, like Ixion.
4
To all this give me a plain answer.
440
Orestes
Lady Athena, first of all I will take away a great anxiety from your last words.
I am not a suppliant in need of purification, nor did I sit at your image with pollution on my hands. I will give you strong proof of this. It is the law for one who is defiled by shedding blood to be barred from speech until he is sprinkled with the blood of
445
a new-born victim by a man who can purify from murder. Long before at other houses I have been thus purified both by victims and by flowing streams.
And so I declare that this concern is out of the way. As to my family, you will soon learn.
450
I am an
Argive
; my father—you rightly inquire about him—was Agamemnon, the commander of the naval forces; along with him, you made
Troy
, the city of
Ilion
, to be no city. He did not die nobly, after he came home; but my black-hearted
455
mother killed him after she covered him in a crafty snare that still remains to witness his murder in the bath. And when I came back home, having been an exile in the time before, I killed the woman who gave birth to me, I will not deny it, as the penalty in return for the murder of my dearly-loved father.
460
Together with me Loxias is responsible for this deed, because he threatened me with pains, a goad for my heart, if I should fail to do this deed to those who were responsible. You judge whether I acted justly or not; whatever happens to me at your hands, I will be content.
465
470
And so I declare that this concern is out of the way. As to my family, you will soon learn.
Athena
The matter is too great, if any mortal thinks to pass judgment on it; no, it is not lawful even for me to decide on cases of murder that is followed by the quick anger of the Furies, especially since you, by rites fully performed, have come a pure and harmless suppliant to my house;
470
and so I respect you, since you do not bring harm to my city. Yet these women have an office that does not permit them to be dismissed lightly; and if they fail to win their cause, the venom from their resentment will fall upon the ground, an intolerable, perpetual plague afterwards in the land.
475
So stands the case: either course—to let them stay, to drive them out—brings disaster and perplexity to me. But since this matter has fallen here, I will select judges of homicide bound by oath, and I will establish this tribunal for all time.
480
Summon your witnesses and proofs, sworn evidence to support your case; and I will return when I have chosen the best of my citizens, for them to decide this matter truly, after they take an oath that they will pronounce no judgment contrary to justice.
Exit
485
The Eumenides (OCR draft) Experimental (The Eumenides. Theodore Alois Buckley, 1849.) — 436 focus
ORESTES
Queen Minerva, first will I remove the great care, [evident] from your last words. I am not contaminated, nor does pollution adhere to my hand that clasps
3
your image. And I will tell you a great proof of these things. It is the law that one whose hands are stained with murder be silent, until by a man who cleanses from the impurity of blood, the slaughter of a young victim have sprinkled him with gore. Long since I have been thus purified at other abodes, both with animals, and flowing streams: therefore, indeed. I dismiss this your care. But what my race is, you shall quickly hear. I am an Argive, and well do you know my father, Agamemnon
4
, leader of naval heroes; with whom you made the Trojan city of Ilion no city. He perished not gloriously, having come to his home: for my dark-souled mother slew him, having wrapt him in artful toils, [and she herself] bore wit ness to the murder of the bath. And I returning home, having been an exile the time before this, slew her who gave me birth, I will not deny it, with the vengeance of retributory slaughter, on account of my dearest father. And of these things Apollo is in common guilty, declaring sting-like woes to my heart if I should not do some of these things to the murderers. But do you, whether justly, or not, decide the cause; for however I shall have fared with you, I shall assent to your decision.
MINERVA
LES EUMÉNIDES (OCR draft) Experimental (LES EUMÉNIDES. Paul Mazon, 1920-1925.) — 436 focus
ATHÉNA
A cela, étranger, que veux-tu répondre à ton tour? Mais dis-moi d'abord ton pays, ta race, tes malheurs, avant de te défendre sur ce dont on t'accuse. Si
tu as vraiment foi dans la justice, quand tu te tiens assis près de mon foyer, embrassant mon image, suppliant respecté comme fut Ixion
1
, fais-moi sur tous ces points une réponse claire.
tu as vraiment foi dans la justice, quand tu te tiens assis près de mon foyer, embrassant mon image, suppliant respecté comme fut Ixion 1 , fais-moi sur tous ces points une réponse claire.
ORESTE.
Souveraine Athéna, je t'allégerai d'abord du lourd souci qu'ont trahi tes derniers mots. Je ne suis pas
un être impur; ce n'est point une souillure aux mains que je me suis assis aux pieds de ta statue. Je t'en fournirai une bonne preuve. La loi, il est vrai, défend au meurtrier d'élever la voix, mais jusqu'au jour seulement où, par les
soins d'un purificateur du sang répandu, le sang d'une jeune bête égorgée a coulé sur lui. Et il y a longtemps déjà que j'ai usé ma souillure au contact d'autres foyers et sur tous les chemins de la terre et des mers. Aussi, je le répète, écarte ce souci. Pour ma naissance, apprends-la sans tarder.
Je suis Argien, et mon père t'est bien connu, Agamemnon, qui arma la flotte des Grecs et t'aida toi-même à faire une cité de ruines de la cité des Troyens. Il a péri, ce roi, et d'une mort indigne, quand il rentrait à son foyer. Ma mère
aux noirs desseins l'a tué, en l'enserrant dans un riche
LES EUMÉNIDES
un être impur; ce n'est point une souillure aux mains que je me suis assis aux pieds de ta statue. Je t'en fournirai une bonne preuve. La loi, il est vrai, défend au meurtrier d'élever la voix, mais jusqu'au jour seulement où, par les
soins d'un purificateur du sang répandu, le sang d'une jeune bête égorgée a coulé sur lui. Et il y a longtemps déjà que j'ai usé ma souillure au contact d'autres foyers et sur tous les chemins de la terre et des mers. Aussi, je le répète, écarte ce souci. Pour ma naissance, apprends-la sans tarder.
Je suis Argien, et mon père t'est bien connu, Agamemnon, qui arma la flotte des Grecs et t'aida toi-même à faire une cité de ruines de la cité des Troyens. Il a péri, ce roi, et d'une mort indigne, quand il rentrait à son foyer. Ma mère
aux noirs desseins l'a tué, en l'enserrant dans un riche
[ORESTE]
filet, qui témoignait
2
assez du crime accompli dans le bain. Et moi, longtemps exilé, rentrant enfin dans ma patrie, j'ai tué ma mère — je ne le nierai pas — pour qu'un meurtre payât le meurtre de mon père adoré. Mais de ma
conduite Loxias est responsable aussi, dont les oracles, aiguillons de mon âme, ne me prédisaient que douleurs, si je n'exécutais pas tous ses ordres contre les coupables
3
. Ai-je eu tort? ai-je eu raison? à toi d'en décider : je suis en ta puissance; quoi qu'il fasse de moi, j'accepte ton
arrêt.
conduite Loxias est responsable aussi, dont les oracles, aiguillons de mon âme, ne me prédisaient que douleurs, si je n'exécutais pas tous ses ordres contre les coupables 3 . Ai-je eu tort? ai-je eu raison? à toi d'en décider : je suis en ta puissance; quoi qu'il fasse de moi, j'accepte ton
arrêt.
ATHÉNA.
Si l'on
The Furies (OCR draft) Experimental (The Furies. Robert Potter, 1779.) — 436 focus
ORESTES.
Royal Minerva, let me firſt remove
What thy laſt words, with much concern, ſuggeſt.
495
I am not ſtain'd with blood, nor ſhall my hand
Pollute thy ſtatue: what I urge in proof
Bears ſtrong conviction. Him, whoſe hands are red
With blood, the laws forbid to plead his cauſe,
Till with its flowing gore the new-ſlain victim
500
Has made atonement, and the cleanſing wave
Reſtor'd his purity. In other ſhrines
Long ſince theſe hallow'd rites have been perform'd
With offer'd victims and the fluent ſtream.
Blameleſs of this offence, I next declare
505
My race: An Argive: nor to thee unknown
My fire, the leader of the naval hoſts,
The royal Agamemnon; for with him
Thy conquering hand laid the proud walls of Troy
In duſt: returning to his houſe he periſh'd
510
By deeds of baſeneſs; for my dark-ſoul'd mother
With various trains in private murder'd him;
Th' enſanguin'd bath atteſted the foul deed.
I, then an exile, bending back my ſteps,
Slew her that gave me birth; nor ſhall my tongue
515
Deny the deed; it was a vengeance due
To my lov'd father's ſhade: ſo Phœbus deem'd,
Who urg'd me, and denounc'd heart-rending woes,
Shou'd I ſhrink back refuſing to avenge
The guilt: but if with juſtice, be thou judge.
520
To thy deciding voice my ſoul ſubmits.
THE FURIES. 263
MINERVA.
Eschilo, Le Eumenidi: traduzione italiana di Ettore Romagnoli (OCR draft) Experimental (Eschilo, Le Eumenidi: traduzione italiana di Ettore Romagnoli. Ettore Romagnoli, 1922.) — 436 focus
ORESTE
O diva Atena, prima io dall'estreme
parole tue, vo' tôrre un gran sospetto.
480
Non giunsi qui contaminato.
All'idolo
tuo non m'assisi con le mani impure.
ATENA
Aeschylus, Eumenides: versio Latina Ioannis Sanravii (OCR draft) Experimental (Aeschylus, Eumenides: versio Latina Ioannis Sanravii. Ioannes Sanravius, 1555.) — 436 focus
Ore.
Regina Minerua, primo ex poſtremiſ
425
Tuis uerbis curam abſtuliſti magnam.
Non ſum parricida, neq; habet ſcelus,
Ab hac manu tuum collocamus simulacrum.
Si quum horum tibi dicam magnum,
Mutum eſse maledicum conſuetudo eſt.
430
Poſtquam à uiro ſanguinis expiatore
Cædes cruentam iuuenem animantem.
Diu ab alijs hoc conſecramus
Domibus, & animantibus, & liberis meatibus.
Hanc uerò curam dico procul.
435
Genus uerò meum ut ſe habet intelliges citò.
Argiuus ſum, patrem pulchrè inquiris,
Agamemnomem uirorum nautarum gubernatorem,
Cum quo tu Troiam carentem urbe Ilium urbem
Feciſti, ille interfectus eſt non pulchrè rediens
440
Domum, ſed ipſum nigra mens mea
Mater interfecit uarijs capturis,
Occultatis lauacrorum teſte cæde.
Et ego disceſsi, ante tempus fugiens cædem.
Interfeci matrem, non negabo,
445
Contrarijs pœnis chariſsimi patris.
Horum uerò communiter fuit Loxias in cauſa,
Dolores aduocans ſtimulos cordi.
Niſi cohibuiſſem qui in cauſa fuerunt.
Tu uerò iudica ſi iuſtè, ſiue non,
450
Agens hæc, te ubique laudabo.
Min.
Aeschylus, Die Eumeniden: German translation (OCR draft) Experimental (Aeschylus, Die Eumeniden: German translation. Ulrich von Wilamowitz-Moellendorff, 1919–1923.) — 436 focus
Erst nenne Heimat und Geschlecht und deine That,
dann wehre die Bezichtigung des Klägers ab,
wofern du im Vertrau'n auf deiner Sache Recht
440
mein Bild umarmend sitzest meinem Herde nah
und frischvergoss'nen Blutes Reinigung begehrst,
wie einst Ixion, als ein mitleidswürd'ger Mensch.
Auf alles dieses gieb mir bündigen Bescheid.
Orestes.
Herrin Athena, lass' ein schwer Bedenken mich
zuerst beheben, dessen du zuletzt gedacht.
445
Ich heische keine Reinigung, ich bin auch nicht
mit mordbefleckten Händen deinem Bild genaht.
Du kannst dich sicher überzeugen: schweigen muſs
so lange jeder, welchen frisches Blut befleckt,
bis seiner sich ein Mensch erbarmt und sühnend ihm
450
mit frischem Opferblute seine Hände wäscht.
Gereinigt haben längst auch mich in andrem Haus
Tierblut und flieſsend Wasser, wie der Brauch es
heischt.
So bist du dieser Sorge ledig, wie du siehst.
Nun meine Herkunft. Was du fragst, ist bald gesagt.
455
Aus Argos stamm' ich; meinen Vater kennst du gut.
Des Flottenzuges Führer Agamemnon war's,
mit dem du selber Troias Burg dem Boden gleich
gemacht hast. Tod hat ihn betroffen. Nicht zum Heil
ward ihm die Heimkehr. Meiner Mutter schwarzes
Herz
460
sann Tod ihm. Tückisch Fangnetz hüllte seinen Leib,
doch aus dem Bade leuchtete der Mord hervor.
Ich war von Haus verstofsen endlich kehrt' ich heim,
und da erschlug ich meine Mutter, ich gesteh's,
den Tod des lieben Vaters rächend, Blut um Blut.
465
Mit mir gemeinsam trägt Apollon diese Schuld.
Die Qualen, die er malte, wenn die Schuld'gen ich
verschonte, spornten meine Seele zu der That.
Ob recht ich oder unrecht that, entscheide du.
Sprichst du das Urteil, nehm' ich alles dankbar hin.
Athena.
English (E. D. A. Morshead, 1889, second edition) (OCR draft) Experimental (Aeschylus, The Furies — Morshead translation. Wikisource transcription; speech corresp and card milestones aligned to Smyth perseus-grc2.) — 436 focus
O man unknown, make thou thy plea in turn;
Speak forth thy land, thy lineage, and thy woes;
Then, if thou canst, avert this bitter blame—
If, as I deem, in confidence of right
Thou sittest hard beside my holy place,
515
Clasping this statue, as Ixion sat,
A sacred suppliant for Zeus to cleanse,—
To all this answer me in words made plain.
Orestes.
O queen Athena, first from thy last words
Will I a great solicitude remove.
520
Not one blood-guilty am I; no foul stain
Clings to thine image from my clinging hand;
Whereof one potent proof I have to tell.
Lo the law stands—
The slayer shall not plead,
Till by the hand of him who cleanses blood
525
A suckling creature's blood besprinkle him.
Long since have I this expiation done,—
In many a home, slain beasts and running streams
Have cleansed me. Thus I speak away that fear.
Next, of my lineage quickly thou shalt learn:
530
An Argive am I, and right well thou know'st
My sire, that Agamemnon who arrayed
The fleet and them that went therein to war—
That chief with whom thy hand combined to crush
To an uncitied heap what once was Troy;
535
That Agamemnon, when he homeward came,
Was brought unto no honourable death,
Slain by the dark-souled wife who brought me forth
To him,—enwound and slain in wily nets,
Blazoned with blood that in the laver ran.
540
And I, returning from an exiled youth,
Slew her, my mother—lo, it stands avowed—
With blood for blood avenging my loved sire;
And in this deed doth Loxias bear part,
Decreeing agonies, to goad my will,
545
Unless by me the guilty found their doom.
Do thou decide if right or wrong were done—
Thy dooming, whatsoe'er it be, contents me.
Athena.
German (J. J. C. Donner, 1854; OCR review) (OCR draft) Experimental (Aeschylos. Deutsch in den Versmaßen der Urschrift. Stuttgart: Hoffmann, 1854. Native Donner line citations, Smyth card correspondence, selected textual readings and metrical facsimiles. Remaining OCR differences and unattributed reading notes are documented in the linked review inventory.) — 436 focus
Was sagst du, Fremdling, wider dies für deinen Theil?
Erst nenne Heimat und Geschlecht und Lebensloos,
Und diesen Vorwurf wehre dann von deinem Haupt,
Wenn, auf das Recht vertrauend, du zu diesem Bild
415
In meines Herdes Nähe dich geflüchtet hast,
Um Sühne flehend, heilig wie Ixion einst.
Auf alles dies entgegne wohlverständlich mir.
Orestes.
Athene, Fürstin, ich enthebe dich zuerst
Der schweren Sorge, der zulekt dein Wort gedacht.
420
Ich flehe nicht um Sühne; denn kein Gräuel mehr
Befleckt die Hände, welche hier dein Bild umfaßt.
Ein großes Zeugniß dessen offenbar' ich dir.
Der Menschenmörder bleibe stumm, das ist Gesek,
Bis, fallend unter Mannes Hand, ein saugend Thier
425
Mit seinem Blut besprengend ihn entsündigte.
So wurden wir in andern Häusern schon vorlängst
Durch blutig Opfer ausgesühnt und Quellenbad.
Die Sorge schaff' ich also durch mein Wort hinweg.
Von meiner Abkunft geb' ich dir sofort Bescheid.
430
Ich bin von Argos, meinen Vater kennst du wohl,
Agamemnon, der den Seegeschwadern einst gebot,
Mit dem du Troja's hohe Burg in Staub gestürzt.
Der, als er heimgelangte, fand unwürd'gen Tod;
Denn meine Mutter, argen Sinns, ermordet' ihn;
435
Mit trügerischem Newgeweb' umstrickte sie
Den Gatten, und vom Bade ward der Mord bezeugt.
Und als ich heimkam, denn ich war vorher verbannt,
Erschlug ich meine Mutter, (ich verläugn' es nicht)
Vergalt mit Mord des vielgeliebten Vaters Tod.
440
Mitschuldig aber dieser That ist Loxias,
Der Herzensqualen, Stacheln gleich, verkündete,
Wofern ich so nicht Nache nähm' am Schuldigen.
Du magst entscheiden, ob ich rechtthat oder nicht;
Ich füge, wie er falle, mich in deinen Spruch.
445
Athene.
English (Smyth; revised Bannon and Nagy, CHS) (OCR draft) Experimental (CHS Primary Sources revision of Herbert Weir Smyth’s translation by Cynthia Bannon and Gregory Nagy, with transliterated Greek terms tagged and aligned to the Smyth edition.)
No corresponding passage available
Commentary
Critical apparatus to Eumenides (OCR draft) (Latin and Greek critical apparatus to Gottfried Hermann's 1852 edition of Eumenides.) focus
mvp-comment-296-1 ἄμομφον ... τοὺς πέλας: δ' omittunt Ald. Turn. Deinde άμομφον Robortellus. Ceteri ἄμορφον. Denique τοῦ πέλας Ven. Ceteri τοὺς πέλας. Heathii aliorumque ante eum coniecturam, τὸν πέλας, olim receperam, ac necessario recipere debet, qui ἄμορφον retinet. Sed recte libri τοὺς πέλας habent, recipiendum est autem Robortelli άμομφον. Qui nihil, inquit, habet de quo queratur, ei non licet reprehendere alios. Intellexit hoc Elmsleius ad Med. p. 93. addens hanc vocem άμομφος, ter in hac fabula (hic et v. 467. 670.) ab Aeschylo usurpatam, extra eam apud Atticos non exstare.
Wecklein’s commentary on Eumenides (1888; German; OCR draft) (Explanatory commentary, pp. 251–322; HW42J8 and HXJHA8 OCR collated, with missing comparison pages 294–295 explicitly marked. Unresolved OCR and provisional reference mappings are explicitly marked.) focus
mvp-comment-216-1 Wecklein 1888, p. 280
mvp-comment-216-2 drittes Epeisodion. Athena erscheint und nachdem sie sich von der Chorführerin und Orestes den Sachverhalt hat darlegen lassen (gleichsam die ανάκρισις oder προδικασία), entschliefst sie sich den Fall durch einen neuen Gerichtshof entscheiden zu lassen. Nach 407 könnte man glauben, dafs Athena wie im Aias des Sophokles auf dem θεολογεῖον auftrete. Da sie aber am Schlusse dieser Scene abgeht, um sich in die Stadt zu begeben, und später (569) auf der gewöhnlichen Bühne auftritt (vgl. 738), so mufs man annehmen, dafs sie auch hier auf dem λογεῖον, nicht in der Höhe erscheint. Sie kommt von der linken Seite.
mvp-comment-216-3 1
mvp-comment-226-1 2
mvp-comment-226-2 Wecklein 1888, p. 282
mvp-comment-226-3 Den Nächsten ( ὁ πέλας wie Eur. Med. 86 , Thuk. I 32 , gewöhnlich οἱ πέλας) tadeln, weil er mifsgestaltet ist, geziemt sich nicht. πρόσω δικαίων ἐστί, vgl. πρόσω πατρός Eur. Hek, 1158.
Commentary (Arthur Sidgwick, 1887) (OCR draft) (Arthur Sidgwick's commentary on the Eumenides, aligned to the canonical Greek text.) focus
mvp-sidgwick-194-1-1 The MSS. reading ἄμορφον (retained by Dind. Weck. and read by Schol.) is translated, For neighbours to revile a hideous monster is far from justice, which is rather crude and inappropriate; and ὄντα, idiomatic with the subject, is hardly grammar when it constitutes the object. Robortelli's ἄμομφον makes excellent sense: but for one who is not aggrieved (lit. who has no wrong to complain of) to revile others is unjust. (This is confirmed by l. 678 , where Ven. reads again ἄμορφος for ἄμομφος.)