Ἀθηνᾶ
1
χαίρετε χἠμεῖς· προτέραν δ᾽ ἐμὲ χρὴ
985
στείχειν θαλάμους ἀποδείξουσαν
πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν.
ἴτε, καὶ σφαγίων τῶνδ᾽ ὑπὸ σεμνῶν
κατὰ γῆς σύμεναι, τὸ μὲν ἀτηρὸν
χώρας κατέχειν, τὸ δὲ κερδαλέον
990
πέμπειν πόλεως ἐπὶ νίκῃ.
ὑμεῖς δ᾽ ἡγεῖσθε, πολισσοῦχοι
παῖδες Κραναοῦ, ταῖςδε μετοίκοις.
εἴη δ᾽ ἀγαθῶν
ἀγαθὴ διάνοια πολίταις.
995
Eumenides. Aeschylus. Gottfried Hermann (Editor). Lipsiae. 1852.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Schmidt Sciences.