Χορός
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.
Ἠλέκτρα
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.
Χορός
φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.
Ἠλέκτρα
τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;
110
Χορός
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
Ἠλέκτρα
ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;
Χορός
αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι.
Ἠλέκτρα
τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει;
Χορός
μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως.
115
Ἠλέκτρα
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
Χορός
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
Ἠλέκτρα
τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη.
Χορός
ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα—
Ἠλέκτρα
πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;
120
Χορός
ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ.
Ἠλέκτρα
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
Χορός
πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
Ἠλέκτρα
κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,
ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
125
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
λέγω καλοῦσα πατέρʼ,
ἐποίκτιρόν τʼ ἐμὲ
130
φίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
135
φεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·
αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
140
μητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.
ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,
145
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.
τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
150
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοις
τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς.
Libation Bearers. Aeschylus. Herbert Weir Smyth (Translator). New York. 1926.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.