Dionysius Periegetes Orbis Descriptio 156

ed. Karl Müller

θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἔμμα βαλοῦσαι,
840
ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον,
εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν·
σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί,
σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται
ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας.
845
Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται
πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι
Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο·
ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου
Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν.
850
Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον
Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος,
ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται.
Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες,
Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις.
855

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)