τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης κόδας Ἴδης,
Ἴλιον, ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσα,
815
Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων,
Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων,
Ἵλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη,
Ξένθῳ ἔπʼ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι.
Τὴν δὲ μέτʼ Αἰολίδος παραπέπταται ἔθεα γαίης
820
Αἰγαίου παρὰ χεῖλος, ὑπέρ μέγαν Ἑλλήσποντον.
Τῇ δʼ ἔπι ναιετάουσιν ἀγαυῶν ἔθνος Ἰώνων,
ἀγχίαλοι γεγαῶτες, ἐπὶ χθονὸς, ἧς διὰ μέσσης
Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις,
Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης.
825
Τάων ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο
παραλίην Ἔφεσον, μεγάλην πόλιν Ἰοχεαίρης,
ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο
πρέμνῳ ἔνι πτελέης, περιώσιον ἀνδράσι θαῦμα.
Μῃονίη δʼ ἐπὶ τοῖσιν ἐπ᾿ ἀντολίην τετάνυσται
830
Τμώλῳ ὔπ’ ἠνεμόεντι, τόθεν Πακτωλὸς ὁδεύων
χρυσὸν ὁμοῦ δίνησιν ἐφελκόμενος κελαρύζει
τοῦ δʼ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ
κύκνων εἰσαΐοις λιγυρὴν ὄπα, τοί τε καθʼ ὕδωρ
ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἐπὶ ποίης·
835
πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθόωσιν,
ἔξοχα δʼ ἀμπεδίον Μαιάνδριον, ἔνθα Καΰστρου
ἥσυχα καχλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ.
Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο