Dionysius Periegetes Orbis Descriptio 149

ed. Karl Müller

Πάντα δέ τοι ἐρέω, ὅσα μιν πέρι φῦλα νέμονται,
ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο.
Πρῶτοι μὲν Σκύθαι εἰσὶν, ὅσοι Κρονίης ἁλὸς ἄγχι
παραλίην ναίουσιν ἀνὰ στόμα Κασπίδος ἅλμης·
Οὖννοι δʼ ἐξείης· ἐπὶ δʼ αὐτοῖς Κάσπιοι ἄνδρες,
730
Ἀλβανοί τʼ ἐπὶ τοῖσιν ἀρήιοι, οἵ θʼ ὑπέρ αἶαν
τρηχεῖαν ναίουσι Καδούσιοι ἄγχι δὲ Μάρδοι,
Ὑρκάνιοι Τάπυροί τ᾿ · ἐκὶ δέ σφισιν ὁλκὸν ἑλίσσει
Μάρδος, Δερκεβίων τε καὶ ἀφνειῶν πόμα Βάκτρων·

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)