Dionysius Periegetes Orbis Descriptio 148

ed. Karl Müller

Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν·
ἀλλά με Μουσάων φορέει νόος, αἵτε δύνανται
715
νόσφιν ἀλημοσύνης πολλὴν ἅλκ μετρήσασθαι,
οὔρεά τʼ ἤπειρόν τε καὶ αἰθερίην ὁδὸν ἄστρων.
Ἀλλʼ εἴη τοι σχῆμα περίδρομον, ἀμφιέλικτον,
πάσης Κασπίης μεγάλης ἁλός· οὐκ ἂν ἐκείνην
νηὶ περήσειας τριτάτης ἐπὶ κύκλα σελήνης·
720
τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιος· ἂψ δὲ μετ᾿ ἄρκτους
ἐλκόμενος, προχοῆς ἐπιμίσγεται Ὠκεανοῖο·
ἣ δὴ πολλὰ μὲν ἄλλα μετʼ ἀνδράσι θαύματʼ ἀέξει,
φύει δὲ κρύσταλλον ἰδʼ ἠερόεσσαν ἴασπιν,
ἐχθρὴν ἐμπούσησι καὶ ἄλλοις εἰδώλοισιν.
725

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)