Dionysius Periegetes Orbis Descriptio 143

ed. Karl Müller

Τόσσας μὲν νήσους ἐπέχει ῥόος Ὠκεανοῖο
εὐρυτέρας· ἕτεραι δέ τʼ ἀπειῤέσιαι γεγάασιν,
αἱ μὲν ἐπὶ προχοῇσι Λιβυστίδος ἀμφιτρίτης,
αἱ δʼ Ἀσίης, αἱ δʼ αὖτε περὶ κλίσιν Εὐρωπείης.
615
Ἄλλαι δʼ ἔλλοθινῆσοι ἀπείριτοι, αἱ μὲν ὑπʼ ἀνδρῶν
ναιόμεναι καὶ νηυσὶν ἐπήρατον ὅρμον ἔχουσαι,
αἱ δὲ βαθύκρημνοί τε καὶ οὐ ναύτῃσιν ἑτοῖμαι,
τῶν οὐ ῥηίδιόν μοι ἐνισπέμεν οὔνομα πασέων.
Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει ἀμφοτεράων
620
ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου,
ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης,
ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου
ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο,
Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης
625
λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει.
Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,
οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις
ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,
ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων
630

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)