Κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης,
αἶψά κε Κωλιάδος μεγάλην ἐπὶ νῆσον ἵκοιο,
μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων,
ᾗς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάδεσσι,
δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων·
595
αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη
κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου,
οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων
τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης
Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον,
600
κείνοις ἀντήσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ
λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται·
πολλάκι δʼ αὖ καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς
κεῖνα καταβρώξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς
εἰν ἁλὶ καὶ γαίη κακὰ μυρία θήκατο δαίμων.
605
Ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης
Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος·
ἑκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης,
ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο,
Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο
610
βωμοὶ κνισσήεντες ἀδευκέα καπνὸν ἔχουσι.