Dionysius Periegetes Orbis Descriptio 116

ed. Karl Müller

ἦδʼ ὅσσοι νοτερῇσιν ἐπʼ ἠιόνεσσι θαλάσσης
παραλίην ναίουσιν ἔσω Σερβωνίδος ἅλμης.
Τῆς πρὸς μὲν ζεφύροιο Μακηδόνιον πτολίεθρον,
ἔνθα Σινωπίταο Διὸς μεγάλοιο μέλαθρον,
255
χρυσῷ τιμήεντι κεκασμένον. Οὐκ ἂν ἐκείνου
νηὸν ἐν ἀνθρώποισι θεώτερον ἄλλον ἴδηαι,
οὐδὲ μὲν ἀφνειὴν ἑτέρην πόλιν, ᾗχί τε μακραί
φαίνονται σκοπιαὶ Παλληνίδος Εἰδοθεείης.
Τὴν δὲ μέτʼ ἀντολίηνδε παραὶ Κασιώτιδα πέτρην
260
Πηλῆος πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν
ἔξοχα ναυτιλίης δεδαημένοι. Οὐ μὲν ἐκεῖνοι
ἀνέρες ἐν Λιβύεσσιν ἀρίθμιοι ἦ γὰρ ἐς αὐγὰς
ἑπταπόρου Νείλοιο νενασμένον ἔλλαχον ἄστυ·
ἄλλοι δὲ πλεῖστοι τήνδε χθόνα ναιετάουσιν·
265
οἱ μὲν ἐπʼ Ὠκεανῷ, οἱ δʼ ἠπείρους ἀνὰ μέσσας,
οἱ δʼ ἀμφʼ εὐρείης Τριτωνίδος ὕδατα λίμνης.
ἥτε μέση Λιβύης ἀμφέλκεται εὐρέα κόλπον.
Τοίη μὲν Λιβύης μορφὴ καὶ σχῆμα τέτυκται
εἰ δὲ καὶ Εὐρώπης ἐθέλεις τύπον, οὔ τί σε κεύσω.
270
Ωὐτὸς μὲν Λιβύης ῥυσμὸς πέλει, ἀλλὰ μετʼ ἄρκτους
ἔστραπται, καὶ τοῖος ἐπʼ ἀντολίην πάλιν ἕρπει,
οἷος καὶ νοτίης Λιβύης ἐπὶ τέρμα βέβηκεν·
ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος,
ἡ μὲν πρὸς βορέην, ἡ δʼ ἐς νότον. Εἰ δέ κε θείης
275
ταύτας ἀμφοτέρας γαῖαν μίαν, ἦ κεν ἐπιπρὸ
σχῆμα πέλοι κώνου πλευρῇς ἴσον ἀμφοτέρῃσιν,
ὀξὺ μὲν ἑσπέριον, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσσην.

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)