Κεῖθεν δʼ ἐς βορέην τετανυσμένος ἄλλυδις ἄλλος,
225
ἑπτὰ διὰ στομάτων εἱλιγμένος εἰς ἅλα πίπτει,
ὕδασι πιαίνων λιπαρὸν πέδον Αἰγύπτοιο.
Οὐ γάρ τις ποταμῶν ἐναλίγκιος ἔπλετο Νείλῳ,
οὔτʼ ἰλὺν βαλέειν, οὔτε χθονὸς ὄλβον ἀέξειν·
ὅς ῥά τε καὶ Λιβύην ἀποτέμνεται Ἀσίδος αἴης,
230
ἐς λίβα μὲν Λιβύην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.
Τῷ πάρα ναιετάουσιν ἀριπρεπέων γένος ἀνδρῶν,
οΐ πρῶτοι βιότοιο διεστήσαντο κελεύθους,
πρῶτοι δʼ ἱμεροεντος ἐπειρήθησαν ἀρότρου,
καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἁπλώσαντο,
235
πρῶτοι δὲ γραμμῇσι πόλον διεμετρήσαντο,
θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο.
Τῶν δέ κεν αὐδήσαιμι καὶ αὐτῆς πείρατα γαίης
καὶ μορφήν· οὐ μὲν γὰρ ὀλίζονος ἔμμορε τιμῆς·
οὐδὲ μὲν οὐδʼ ὀλίγη μέγεθος πέλει, ἀλλά τις ἄλλων
240
εὔβοτος εὐλείμων τε καὶ ἀγλαὰ πάντα φέρουσα.
Σχῆμα μὲν οὖν τρισσῇσιν ἐπὶ πλευρῇσι βέβηκεν,
εὐρὺ μὲν ἀμφʼ ἀκτὰς βορεήτιδας, ὀξὺ δʼ ἐπʼ ἠ
ἑλκόμενον καὶ μέχρι βαθυκρήμνοιο Συήνης,
οὔρεσιν ἀμφοτέροισι περισκεπέεσσιν ἐρυμνόν,
245
τῶν μέσα καλλιρόοιο κατέρχεται ὕδατα Νείλου.
Καὶ τὴν μὲν πολλοί τε καὶ ὄλβιοι ἄνδρες ἔχουσιν,
ἠμὲν ὅσοι Θήβην ἐρικυδέα ναιετάουσιν,
Θήβην ὠγυγίην, ἑκατόμπυλον, ἔνθα γεγωνὼς
Μέμνων ἀντέλλουσαν ἑὴν ἀσπάζεται Ἠῶ·
250
ὅσσοι θʼ ἑπτάπολιν μεσάτην ἤπειρον ἔχουσιν,