Dionysius Periegetes Orbis Descriptio 108

ed. Karl Müller

Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν
ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ
70
καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων.
Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται,
ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα.
Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα
Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα.
75
Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη,
ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται,
ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες,
ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην,
ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται·
80
ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ.
Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος·
τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης
πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο
κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν
85
ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου
καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε,
πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν,
προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον·.
τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)·
90
ναὶ μὴν καὶ τετάνυσιαι Ἰηπυγίην ἐπὶ γαῖαν.

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)