Dionysius Periegetes Orbis Descriptio 107

ed. Karl Müller

ἔνδοθι· τυτθοὺς μὲν πλέονας, πίσυρας δὲ μεγίστους·
ἤτοι μὲν πρώτιστον, ὅς ἑσπερίην ἅλα τίκτει,
45
συρόμενος Λιβύηθεν ἔσω Παμφυλίδος αἴης·
δεύτερον αὖτ· ὀλίγον μὲν, ἀτὰρ προφερέστατον ἄλλων,
ἀποκιδνάμενος Κρονίης ἁλὸς ἐκ βορέαο
ὅς τ Κασπίη αἰπὺ ῥέεθρον ἐπιπροΐησι θαλάσσῃ,
ἥντε καὶ Ὑρκανίην ἕτεροι διεφημίξαντο.
50
Τῶν δʼ ἄλλων, οἵτ’ εἰσὶν ἀπαὶ νοτίης ἁλὸς ἄμφω,
εἶςμὲν ἀνώτερόςἐστι,τὸ Περσικὸν οἶδμαπροχεύων,
ἀντία Κασπίης τετραμμένος ἀμφιτρίτης·
ἄλλος δʼ Ἀράβιος κυμαίνεται ἔνδοθι κόλπος,
Εὐξείνου πόντου νοτιώτερον ὁλκὸν ἑλίσσων.
55
Τόσσοι μὲν κόλποι βαθυκύμονος Ὠκεανοῖο
οἱ μείζους· ἄλλοι δέ τ᾿ ἀπειρέσιοι γεγάασιν·
νῦν δʼ ἁλὸς ἑσπερίης ἐρέω πόρον, ἥτʼ ἐπὶ πάσας
ἠπείρους λοξοῖσιν ἐπιστρέφεται πελάγεσσιν,
ἄλλοτε μὲν νήσοισι περίδρομος, ἄλλοτε δʼ οὖτε
60
ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων.
Ὑμεῖς δ᾿ , Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους,
ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο·
ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος
ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα,
65
μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων,
ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων,
ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν.

Orbis Descriptio. Dionysius Periegetes. ed. Karl Müller. United States. 2017.

Funding provided by Harvard Library Arcadia Fund.

Current edition First1KGreek

Orbis Descriptio (Greek) (Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.)