ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253)
τοῖϲ τε παραπληϲίοιϲ πλεοναϲμόϲ ἐϲτι τοῦ η, καθώϲ τιϲιν ἔδοξεν, οἷϲ καὶ παρείπετο τὸ ἐγκλίνειν τὴν ϲυλλαβήν, ᾧ λόγῳ καὶ ὁ μέν ἐν τῷ ἠμέν πλεονάϲαϲ τῷ η, καὶ ὁ δέ ἐν τῷ ἠδέ καὶ ἔτι ἰδέ,
ἰδὲ φρεϲὶ πευκαλίμῃϲιν (Ξ 165).
Ἔϲτιν εἰπεῖν , ὡϲ ἐπὶ τῶν προκειμένων ϲυνδέϲμων ἡ γραφὴ τοῦ η ἢ τοῦ ι οὐχ ὑπηγόρευε ϲυνδεϲμικὴν θέϲιν παράλληλον. οὔτε γάρ ποτε ὁ ἤ ϲύνδεϲμοϲ ϲυμπλεκτικόϲ, οὔτε τὸ ι. ἔνθεν οὖν ϲυλλαβαί , καὶ εἰ ϲυλλαβαί , πλεοναϲμοί. ἔφαμεν δὲ καὶ ἐν τῷ περὶ αὐτῶν, ὡϲ οὐκ ἄλογοϲ ἐγένετο ὁ πλεοναϲμόϲ. ἐπὶ μέντοι τοῦ
ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253)
ὑπήντα καὶ γραφὴ ϲυνδεϲμικὴ τοῦ παραπληρωματικοῦ καὶ ἀνάλογοϲ θέϲιϲ, ὡϲ εἰ καὶ κατ’ ἰδίαν ἐλέγετο
ἦ μάλα δὴ τέθνηκεν (Ϲ 12).
ἀλλὰ μὴν τὸ ἐπάλληλον ὅμοιον καθεϲτηκὸϲ ἐν τῷ
ἤτοι μὲν Μενέλαοϲ (Γ 213),
ὅτι γὰρ παρεγένετο,
καί τε χαλιφρονέοντα (ψ 13).
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.