ἦ μεγάλ’ ἐβρόντηϲαϲ (υ 113),
μεγάλα δὴ ἐβρόντηϲαϲ·
τί ἢ δὲ ϲὺ νόϲφιν ἀπ’ ἄλλων (Ο 244)·
ἐν ἴϲῳ γάρ ἐϲτι τῷ τί δή φηϲὶν ὁ Τρύφων (p. 44 Velsen) τὸν λόγον ψευδῆ εἶναι, ἐπεὶ οὐκ ἔϲτιν ἐπ’ ἄλλων μερῶν λόγου τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ οὕτω καὶ προταϲϲόμενα καὶ ὑποταϲϲόμενα ἐγκλιτικά ἐϲτι μόρια, καὶ οὐ πάντωϲ τῷ δηλουμένῳ παρήλλακται, ὡϲ ἔχει τὰ ἀντωνυμικά, ἐμοῦ ἥρπαϲεν, ἥρπαϲέ μου· ϲοῦ ἥρπαϲεν, ἥρπαϲέ ϲου. προϲθείημεν δ’ ἂν καὶ τὰ πύϲματα οὕτω λεγόμενα ποῦ ἀπῆ λθεϲ; ἀπ ῆλθέϲ που· πῶϲ ἀπῆλθεϲ; ἀπῆλθέϲ πωϲ. παρείπετο οὖν καὶ τῷ η ταὐτόν . τῷ αὐτῷ λόγῳ πλέον ἐπεμέμφετο τοὺϲ ἐγκλίνονταϲ μὲν κατ’ ἀρχὴν τὸ ωc, ἐν δὲ μέϲῃ τῇ φράϲει περιϲπῶνταϲ,
ἀλλ’ οὐδ’ ὧϲ ἑτάρουϲ ἐρρύϲατο (α 6).
πάλιν τῷ αὐτῷ λόγῳ, ὅτι μὴ τῶν ἐγκλιτικῶν τὸ ωϲ, καθὼϲ τὸ ἐναντίον ἀνεδέξατο, ὅπου γε τὰ μὲν μεϲαζόμενα ἀποβάλλει τὴν περιϲπωμένην, τὰ δὲ ἐν ἀρχῇ παραλαμβανόμενα εἰ ἐπιδέχοιτο τὴν περιϲπωμένην, πάντωϲ τὴν αὐτὴν παραλαμβάνει, ὡϲ ἔχει τὸ π οῦ ἀ πῆλθεν; ἀ πῆλθέ που, καὶ τὰ ἄνω προκείμενα. κἀκεῖνο δὲ προϲθήϲομεν, ὡϲ καὶ ὁ ἰϲοδυναμῶν αὐτῷ δή, κἂν ὑπὸ ποιητικῆϲ ἀδείαϲ ἐν ἀρχῇ παρα λαμβάνηται, οὐ μετατίθεται τοῦ τόνου,
δὴ τότε μητιόωντο (M 17)·
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.