Ἀτρείδη, νῦν γάρ ϲε ἄναξ ἐθέλουϲιν (B 284)
ὑπερβεβίβαϲται ἡ φράϲιϲ. δέον γὰρ οὕτωϲ ἐκδέξαϲθαι· οἱ Ἕλληνεϲ ν ῦν οὐκ ἐκτελέϲουϲί ϲοι τὰ τῆ ϲ ὑποϲχέϲεωϲ· θέλουϲι γὰρ ἐλέγχιϲτόν ϲε ποιῆϲαι. ἴϲωϲ δὲ κἀκεῖνοϲ οὕτωϲ ἔχει·
ὦ Κίρκη, τίϲ γὰρ ταύτην ὁδὸν ἡγεμονεύϲει;
εἰϲ Ἄϊδοϲ δ’ οὔ πώ τιϲ ἀφίκετο (κ 501—2)·
ὦ Κίρκη, εἰϲ Ἄϊδοϲ δὲ οὔ π ώ τιϲ ἀφίκετο· τίϲ γὰρ ταύτην ὁδ ὸν ἡγεμονεύϲει; Τρύφων (p. 40 Velsen) μέντοι φηϲὶν ἐπὶ τοῦ τοιούτου ϲυν δέϲμουϲ ἀντιπαρειλῆφθαι, τὸν γάρ ἀντὶ τοῦ δέ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ· τίϲ δὲ ταύτην τὴν ὁδὸν ἡγεμονεύϲει; εἰϲ Ἄϊδοϲ γὰρ οὔ πώ τιϲ ἀφίκετο. καὶ οὐκ ἔϲτιν ἀϲύνηθεϲ τὸν δέ εἰϲ τὸν γάρ μεταλαμβάνεϲθαι.
βέλοϲ δ’ εἰϲ ἐγκέφαλον δῦ (Θ 85)·
αἰτία γάρ ἐϲτι τοῦ ἀναπαλῆναι τὸν ἵππον.
θάμβηϲεν δ’ Ἀχιλεύϲ, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω
Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὄϲϲε φάανθεν (Α 199 —200)·
ἵν’ οὕτωϲ τὸ καταπληκτικὸν τῆϲ θεοῦ μηνύϲῃ. ἀλλὰ δύναται ὁ γάρ πλεονάζειν ἐπὶ τῆϲ ἀνταποδόϲεωϲ, ὡϲ Τρύφων , ὁμοίωϲ τῶ
τίϲ γὰρ ὅδ’ ἄλλοϲ Ἀχαιὸϲ ἀνὴρ ἠύϲ τε μέγαϲ τε (Γ 226)
καὶ ἐπὶ τοῦ
αἲ γὰρ Τηλέμαχον βάλοι (ρ 251)·
De Conjuctionibus. Apollonius Dyscolus. Teubner. 1878.
Funding provided by Center for Hellenic Studies.