εἰ μὴ προϲθείημεν τὸ ῥῆμα. ᾧ λόγῳ καὶ ἐπὶ τοῦ ἄρθρου τὸ κατὰ ἀρϲενικὴν προφορὰν «ὁ» πάλιν οὐ ποιεῖ λόγον ἐν τῷ ὁ ἀναγινώϲκει, εἰ μὴ προϲλάβοι ὄνομα ἐφ’ ὃ φέρεται, τὸ ὁ Τρύφων ἀναγινώϲκει.
διὸ καὶ ἐν τοῖϲ ὑποτακτικοῖϲ ἄρθροιϲ κοινὸν λαμβάνεται τὸ προκείμενον
ὄνομα, κατὰ ἀναφορὰν παριϲτάμενον, ἐπεὶ παρεπόμενόν ἐϲτι τοῖϲ ὑποτακτικοῖϲ τῶν ἄρθρων μετὰ ῥήματοϲ ἀποτελεῖν διάνοιαν, ἄνθρωποϲ παρεγένετο ᾧ ἐλάληϲα, κοινοῦ παραλαμβανομένου τοῦ ἄνθρωποϲ.
εἰ γὰρ μὴ προτεθείη ὄνομα τοῦ τοιούτου ἄρθρου, οὐδ’ ἂν ἔτι τὸ ἄρθρον
ὡϲ ἄρθρον ἀκούοιτο, ὡϲ δὲ ἀόριϲτον μόριον, εἰ τῇδε ἀποφαινόμεθα, ὃϲ μεθύει, βλάπτεται· ἴϲον γάρ ἐϲτι τῶ εἴ τιϲ μεθύει, βλάπτεται.
τὸν τοιοῦτον λόγον ἀκριβέϲτερον ἐν τῷ περὶ ϲυντάξεωϲ ἐκτεθείμεθα.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.