οὐδὲν ἄλλο εἰϲὶν ἢ ἐπιρρήματα τῶν ῥημάτων οὐκ ἐπιγινομένων, καθὸ τοῖϲ εὖ ἀναγινώϲκουϲι τὸ κάλλιϲτα ἐπιφωνοῦμεν καὶ τοῖϲ εὖ διατιθεῖϲιν ἡμᾶϲ τὸ ἥδιϲτα. καὶ τοῖϲ ἀκριβοῦϲι τὰϲ ἰδίαϲ πράξειϲ καὶ τέχναϲ τὸ καλῶϲ ἐπιφωνοῦμεν. Ἀλλ’ ἐκεῖνό τιϲ εἴποι ἄν, ὡϲ «κατὰ τὸν τοιοῦτον
λόγον περιγετράψεται τοῦ κα τὰ τὰ ἐπιρρήματα μεριϲμοῦ τὸ οἴμοι
καὶ τὰ τοιαῦτα τῶν ἐπιρρημάτων, λέγω τὰ ϲχετλιαϲτικὰ καὶ εὐαϲτικά.» Πρὸϲ ὃν ἔϲτι φάναι, ὡϲ τάχα μὲν καταχρηϲτικώτερον τὰ τοιαῦτα ἐπιρρήματα εἰρήϲεται, ᾦ λόγῳ καὶ αἱ μονοτράμματοι ϲυλλαβαί, οὐκ
οὐϲαι ϲυλλήψειϲ ϲτοιχείων. μή ποτε δὲ καὶ αὐτὰ δυνάμει ἀπὸ διαθέϲεωϲ ῥηματικῆϲ ἀνάγονται· οἱ γὰρ ϲχετλιάζοντεϲ πεπόνθαϲι, τὸ δὲ παθεῖν
πεῖϲίν τινα τῶν ἐκ πράγματοϲ δηλοῖ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.