ὀνομάτων. παρὰ τὸ ταχύϲ ἐϲτιν ὄνομα πληθυντικὸν ταχέα, ἀφ᾿ οὗ ἐπίρρημα οὐχ ὁμόφωνον τὸ τάχα· λιγύϲ λιγέα λίγα· κρατύϲ κρατέα κράτα καὶ κάρτα· ὠκύϲ ὠκέα ῶκα. — Διὸ καὶ ϲημειωτέον παρὰ τὸ θαμύϲ, ἀφ᾿ οὗ καὶ τὸ θαμέεϲ καὶ πληθυντικὸν καὶ τὸ θαμέα, ὡϲ τὸ
θαμά, οὐχ ὡϲ ταχέα τάχα. ὅπερ πάλιν διελέγχεται καὶ ἐκ τοῦ ἄμα,
εἴγε δύναται ἐν ἐνδείᾳ εῖναι τοῦ θ· τὸ γὰρ πυκνῶϲ γινόμενον ὑφ᾿ ἕνα καιρὸν γίνεται. Τρύφων μέντοι τοὐναντίον φηϲίν, ὡϲ τὸ θαμά ἐπλεόναϲε τῷ θ, τῇ αὐτῇ ἐτυμολογίᾳ ἀρκούμενοϲ. ἐπιϲτούμεθα δὲ τὸ θαμά ἐντελέϲτερον διὰ τῆϲ τοῦ θαμέα ὀνόματοϲ παραθέϲεωϲ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.