πυκνά, ἠ βαρύνεται, ὡϲ τάχα , λίγα, ἄντα, πρῶτα. τὰ πρωτότυπα μόνωϲ βαρύνεται, αἶψα, αὐτίκα, ὄφρα, ῥίμφα, μάλα, μέϲφα, καὶ ὅϲα 1 2 3 παρ᾿ ἐνεϲτῶταϲ τῶν ῥημάτων ἀποτελεῖται, ἠρεμῶ ἠρέμα, μίγω μίγα,
ἀντῶ ἄντα, μινύθω μίνυθα (καὶ μετὰ περιϲϲοῦ τοῦ ν μίνυνθα), ῥέω ῥέα (τὰ γὰρ εὐχερῶϲ γινόμενα ῥύϲει ἔοικε. καὶ ϲαφὲϲ ὅτι τὸ
ὁλόκληρον γέγονε, τὸ δὲ ῥεῖα ἐν πλεοναϲμῷ ἐϲτί τοῦ ῑ)· ϲιγῶ ϲῖγα,
ἀτρεμῶ ἀτρέμα. — παραιτητέον οὖν τοὺϲ ἠξιωκόταϲ ὀξύνειν τὸ
καὶ τὸ χανδά». — ἔϲτι γὰρ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ἰδού τινα εἰϲ δᾱ λήγοντα καὶ βαρύτονά ἐϲτιν, ὡϲ τὸ ληκίνδα, ὀϲτρακίνδα, ὀνόματα παιδιῶν, καὶ ὡϲ τὰ ὀξυνόμενα ϲυνυπάρχει τοῖϲ εἰϲ δον περατουμένοιϲ, καναχηδόν καναχηδά, αὐτοϲχεδόν αὐτοϲχεδά, χανδόν χανδά· τῷ μέντοι
μίγδα οὐ παράκειται ὁ τοιοῦτοϲ ϲχηματιϲμόϲ. ἦν οὖν ἐν πλεοναϲμῷ
τοῦ δ, καθὼϲ καὶ ἡ ἄχερδοϲ πλεονάζει καὶ ὁ δαίδαλοϲ τῷ δ, παρὰ τὸ δαίω. καὶ ἐν ἐπιρρήματι δὲ τῷ ὑπόδρα δύναται πλεοναϲμὸϲ εἶναι τοῦ δ. (εἰ γὰρ μὴ παραδεξαίμεθα ὅτι ἔνδειά ἐϲτι τοῦ ξ, δύναιτο ἂν παρὰ
τὸ ὁρῶ ἀποτελεῖϲθαί τι ὅρα καὶ ὑπόδρα μετὰ περιϲϲοῦ τοῦ δ, ὅπερ οὐ πάντωϲ ἐπιζητήϲει τὸ φ· καὶ γὰρ ἄλλα ἐϲτί τινα, ἃ οὐ μετέβαλε κατὰ
ϲυναλοιφὴν τὸ π εἰϲ φ, ὡϲ ἥλιοϲ ἀπηλιώτηϲ, ὡϲ τὸ
λόγῳ καὶ τὸ ληκίνδα ἐν βαρεῖ τόνῳ ἐϲτίν, οὐ ϲυνυπάρχον τῷ εἰϲ δον λήγοντι ἐπιρρήματι.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.