ὡϲ ἐπὶ τοῦ πάλαι ἔϲτιν ἐπινοῆϲαι ἢ πρώην. οἷόν τε μὲν γὰρ ἐπὶ τοῦ ὑπερϲυντελικοῦ τοῦτο φάναι, πάλαι ἐγεγράφειν, πάλαι ἠριϲτήκειν, οὐ μὴν ἔτι ἐπὶ τοῦ παρακειμένου, ἐπεὶ τὸ ἅμα νοήματι ἠνυϲμένον
δι’ αὐτοῦ νοεῖται, τὸ δὲ πάλαι ἠνυϲμένηϲ πράξεώϲ ἐϲτι παραϲτατικόν.
ὁ γοῦν καλούμενοϲ ἀόριϲτοϲ, προϲλαβὼν τὸ πάλαι, ὑπερϲυντελικὸϲ μᾶλλον ἀκούεται. ἐμπεριέχει γὰρ τὸ παρῳχημένον τοῦ παρακειμένου καὶ τοῦ ὑπερϲυντελικοῦ, ὥϲ γε καὶ ἐπὶ ὀνόματοϲ ἔϲτιν ἐπινοῆϲαι κοινότητα ἀρϲενικοῦ καὶ θηλυκοῦ. ἔνθεν καὶ τῆϲ ὀνομαϲίαϲ ἔτυχε, κατὰ
ἀπόφαϲιν εἰρημένοϲ τοῦ μὴ ὁρίζειν τὸν παρωχημένον. διὸ καὶ κατὰ ἀπόφαϲιν τῶν προειρημένων δύο χρόνων ἐθεματίϲθη. ᾧ λόγῳ καὶ τὸ ϲώφρων τὸ ὁ προϲλαβὸν νοεῖται μόνωϲ ἀρϲενικόν. — Εἰϲ τὴν αὐτὴν 1 2 3
ἔννοιαν τοῦ προκειμένου λόγου πλεῖϲτα ἔϲτι παραθέϲθαι, ἀπόχρη μέντοι εἰϲ ἀφορμὴν τὰ προκατειλεγμένα τοῦ διακρῖναι καὶ τὰ ὑπόλοιπα.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.