ῥήματα ἀναιρεῖ, ἅπερ ἐϲτὶν ὁριϲτικά, ἔχοντα ἐν αὑτοῖϲ τὴν κατάφαϲιν,
ἀνθ’ ἧϲ καὶ πολλάκιϲ παραλαμβάνεται, οὐ γράφῶ, οὐ ποιῶ· ἡ δὲ μή ἀπαγορεύουϲα τὸ ἐν προϲτάξει πάλιν καταφατικὸν ἀναιρεῖ, γράφε μὴ γράφε, λέγε μὴ λέγε. ἔϲτι δὲ ὅπου καὶ τὸ μή, παραλαμβανόμενον
οὐ μόνον κατὰ ἀπαγόρευϲιν, ἀλλὰ καὶ κατὰ διαπόρηϲιν, τοῖϲ κατ’ ἐρώτηϲιν προοιϲτοῖϲ ϲυντάϲϲεται, μὴ ἔγραψαϲ; μὴ ἐλάληϲαϲ;
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.