θηϲιν τὸ ν ἀποβάλλει, καθάπερ καὶ ἐπ’ ἄλλων παθῶν τὸ τοιοῦτον
εὑρέϲθαι ἔϲτι. τὸ ᾔδειν παρ’ Ἴωϲι λεγόμενον ἤδεα, πεποιήκειν ἐπεποιήκεα, καὶ πάντα τὰ τούτοιϲ ὅμοια· καὶ ἐπ’ αἰτιατικῆϲ Ξέρξεα, Πολυδέκτεα, Γύγεα· καὶ ἐπὶ ϲυνδέϲμου τοῦ ἕνεκεν ἕνεκα, καὶ ἔτι τοῦ κέν καὶ κά. ὥϲπερ πάλιν εἰ τὸ α εἰϲ τὸ ε μεταπέϲοι, τὸ τηνικαῦτα
πρόϲειϲι τὸ ν παρ’ Αἰολεῦϲι· τὸ λεγόμεθα λεγόμεθεν καὶ πάντα τὰ τοιαῦτα τῶν ῥημάτων. ⟨Ταῦτα οὖν τῶν ἐπιρρημάτων⟩ ἐϲτὶ διὰ τοῦ α μεθιϲτανόμενα, ὡϲ ἔφαμεν, κατὰ τὸ πλεῖϲτον, πρόϲθεν πρόϲθα , ἔνερθεν ἔνερθα , ὄπιϲθεν ὄπιϲθα,
ἔνθεν ἔνθα. καὶ ἐν ἄλλοιϲ δὲ ἐπιρρήμαϲιν, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, τὸ o εἰϲ τὸ α μεταπίπτει παρὰ ταῖϲ προκειμέναιϲ διαλέκτοιϲ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.