κεῖθεν. Τῆϲ γὰρ τοιαύτηϲ ϲυγκοπῆϲ ἔχεται καὶ τὸ ὄπιϲθεν· ὡϲ γὰρ ἄνω ἄνωθεν , ἔϲω ἔϲωθεν, οὕτωϲ ὀπίϲω ὀπίϲωθεν. ὃ δὴ ἐϲθ’ ὅτε καὶ μετὰ τοῦ ϲ ϲυγκόπτεται, ὅτε γίνεται ὄπιθεν. Καὶ τὸ ἔνερθεν δὲ δύο πάθη ἀνεδέξατο, ϲυγκοπὴν καὶ ἀφαίρεϲιν. ἦν γάρ τι
ὄνομα τὸ ἔνερον, ἀφ’ οὐ τὸ ἐντελὲϲ ἐπίρρημα ἐνερόθεν, ἀφ’ οὐ κατὰ
ϲυγκοπὴν ἔνερθεν, τάχα τῆϲ ὀξείαϲ εὐλόγωϲ ὑπερτεθείϲηϲ κατὰ τὸ ἄρχον μέροϲ, ἐπεὶ τὰ παραληγόμενα τῶν ἐπιρρημάτων τῷ ο, ὡϲ δεδείξεται, κατάφορά ἐϲτιν ἐπὶ τὸ παροξύνεϲθαι, τῶν ἄλλῳ φωνήεντι παρεδρευομένων
οὐ τῇδε ἐχόντων. ϲαφὲϲ οὖν, ὅτι καὶ ἐν ἀφαιρέϲει ἐϲτὶ τὸ
ἀριϲτεύϲ.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.