τοῦτο φάναι, ὡϲ πλείϲτη μετάθεϲίϲ ἐϲτι τοῦ ο εἰϲ τὸ ἡ κατὰ τὴν Ἰάδα
διάλεκτον, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ κοινὸν ἔθοϲ. παρὰ τὴν βάλανον βαλανηφόροϲ· παρὰ τὸ κάλαθοϲ καλαθοποιόϲ, ἀλλὰ καὶ καλαθηφόροϲ· παρὰ τὸ ἔλαφοϲ ἐλαφοκτόνοϲ Ἄρτεμιϲ, ἀλλὰ καὶ ἐλαφηβόλοϲ· ϲτεφανοποιόϲ, ἀλλὰ καὶ ϲτεφανηφόροϲ. Ἴωνεϲ δὲ καὶ τοὺϲ ὁρκιοτόμουϲ
ὁρκιητόμουϲ φαϲί, καὶ τούϲ αἱμοπόταϲ αἱμηπόταϲ. — τοῦ τοιούτου
λόγου εἴχετο καὶ τὸ κοτήειϲ· ὡϲ γὰρ παρὰ τὸ ἄνεμοϲ ἀνεμόειϲ, ψόλοϲ ψολόειϲ, οὕτωϲ καὶ ὁ κότοϲ κοτόειϲ καὶ κοτήειϲ. παρὰ γοῦν τὸ θύοϲ πάλιν ἐϲτὶν ὁτὲ μὲν διὰ τοῦ ο λεγόμενον,
εἰϲ τὸν τοιοῦτον λόγον πάμπολλα ἔϲτιν ἐκθέϲθαι. οὐδὲν οὖν κωλύει ποτὲ μὲν τὸν αὐτὸν φάναι ἠπειρόθεν, ποτὲ δὲ ἀπείρηθεν , ποτὲ δὲ ἀπειρόθεν.
De adverbiis. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.