1 ἕνεκα γένουϲ παρειλῆφθαι τὴν αὐτόϲ, ἐπεὶ ἀδιάϲτολοί εἰϲιν αἱ πρωτότυποι γένουϲ. πρῶτον γὰρ οὐ προϲδέονται γένουϲ, τῆϲ ἐν αὐταῖϲ δείξεωϲ ϲυνεξηγουμένηϲ τὸ γένοϲ ἔπειτα τί φήϲουϲιν ἐπὶ τοῦ οὑτοϲ αὐτόϲ καὶ ἐκεῖνοϲ αὐτόϲ οὐ γὰρ καὶ ἐνταυθοῖ ἀδιάϲτολον τὸ γένοϲ. — «Ἀλλ᾿ ἴϲωϲ ταῖϲ κατὰ τὸ τρίτον ἀδιαϲτόλοιϲ γένουϲ οὔϲαιϲ,
εὐλόγωϲ ϲυνταχθήϲεται ἕνεκα γένουϲ· οὐδὲ γὰρ ἔϲτι καὶ ἐπὶ τούτων ⟨λέγειν⟩, ὡϲ ἡ δεῖξιϲ τὸ γένοϲ ἐξηγεῖται ἄπεϲτι γάρ.» Ἀλλ᾿ οὐδ᾿ ἐπὶ 2 τούτων ἕνεκα γένουϲ ἡ παράθεϲιϲ. ἀναφερόμεναι γὰρ ἐπί τι πρόϲωπον προεγνωϲμένον αἱ κατὰ τὸ τρίτον παραλαμβάνονται· ἐν ᾧ δὲ ἔγνωϲται, ἐν τούτῳ οὐκ ἄδηλον τὸ γένοϲ. οὐκ ἄρα οὐδὲ ταῖϲ κατὰ τὸ τρίτον
ἕνεκα γένουϲ παρατίθεται. — Οὐκ ἀγνοῶν δὲ τὰϲ ἐγκλινομέναϲ κατὰ τὸ τρίτον μετὰ τῆϲ αὐτόϲ ταῦτά φημι· ἐγκέκλιται γοῦν τὸ
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.