κατὰ τὴν οἰκείαν τάξιν. Αἱ μέντοι ὑπολειπόμεναι, καθὸ δεικτικαί, μόνωϲ καὶ ὀρθοτονοῦνται, εἴγε καὶ ἡ δεῖξιϲ ἐν διαϲτολῇ προϲώπων γιγνομένη οὔ ποτε ἀνίηϲι τὸν τόνον, μᾶλλον δὲ ῥώννυϲιν. αἱ γοῦν 2 διὰ τοῦ ῑ ἐπεκτεινόμεναι καὶ ἔτι τὴν δεῖξιν ἐπιτείνουϲαι καὶ τὸ τέλοϲ ὀξύνουϲιν, ἐκεινοϲί, οὑτοϲί. καὶ δῆλόν ἐϲτιν, ὡϲ ἕνεκα τῆϲ δεικτικῆϲ
ἐκφορᾶϲ ἡ τοιαύτη ἐπέκταϲιϲ, τῷ μὴ τὴν αὐτόϲ ἐπεκτείνεϲθαι, καθὸ οὐδὲ ὅλωϲ δεικτική.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.