1 τῶν προϲώπων ἐϲ δευτέρου προϲώπου γένεϲιν μεθίϲταϲθαι; — «Ἀλλὰ καὶ τὸ οὐδέτερον εἰϲ ο ἔληξε, καθότι τὸ αὐτό καὶ τὸ ἐκεῖνο ἀντωνυμίαι ὄντα.» Τοῦτο ἁμάρτημα φωνῆϲ, ὅπερ κατωρθοῦτο ἐν τῷ ϲυνθέτῳ, τὸ ὀφειλόμενον ν προϲλαμβάνον· ἔξαλλον γὰρ καὶ περίαλλον. — «Τὴν γενικὴν πληθυντικὴν περιϲπῶϲι Δωριεῖϲ, ἐπεὶ καὶ τὰϲ τοιαύταϲ
τῶν ἀντωνυμιῶν· τουτῦν γὰρ καὶ τηνῶν, οἱϲ ὅμοιον καὶ τὸ ἀλλῶν». Ἀλλ᾿ οὐκ εἴ τι ἐν διαλέκτοιϲ παρὰ τάϲιν ὠλιγώρηται, τοῦτο καὶ τῆϲ 2 ποιότητοϲ τῆϲ λέξεωϲ ἐϲτέρηται· ἴϲωϲ δὲ καὶ τὸ ἐλλειπὲϲ τῆϲ εὐθείαϲ ἀνεπλήρωϲαν Δωριεῖϲ, ὡϲ ἀπὸ ὀξυτόνου εὐθείαϲ ἑνικῆϲ περιϲπῶντεϲ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.