ἡ γὰρ γενικὴ ἀπέλαβε τὸ ἴδιον. ἦν δὲ τὸμὲν κατ’ ἀρχὴνἀναφορὰν δηλοῦν, τὸ δὲ ἑξῆϲ ὡϲ οὐχ ὁ ἄλλου. — ἀμέλει γέ τοι ἔϲτι, μεταλαμβάνοντα ἐπὶ τρίτου προϲώπου γενικὴν πτῶϲιν, φάναι ὁ πατὴρ ὁ ἐκείνου, ὁ φίλοϲ ὁ τούτου, τοῦ *«ὁ» πάλιν ἀναφερομένου ἐπὶτὸ ὁ πατήρ-. πόθενγὰρἔτιἐπὶ τὸ ἐκείνου καὶ τούτου, εἴγε καὶ ἀϲύναρθροι καὶ κατὰ γενικῆϲ πτώϲεωϲ· —
πρὸϲ τούτοιϲ ἐδείχθη, ὡϲ τὰ ἄρθρα ἀποφεύγει τὰϲ δείξειϲ. πῶϲ οὑν ἐν τῷ ἐντὸϲ προϲώπῳ, δεικτικῷ ὄντι, ὅπερ ἐϲτίν, ὡϲ προείρηται, ἡ ἀντωνυμία, 2 ἄρθρον ἔτι προϲελεύϲεται, ὅτε οὐδὲ τῷ ἐκτὸϲ ὑπακουομένῳ, ὅτε ἐπὶ δείξεωϲ λαμβάνεται, ἐμὸϲ εἰ φίλοϲ, ἡμἐτεροϲ ὑπάρχειϲ οίκέτηϲ;
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.