1 ὀνόματα μετήλλαττε τὰ ϲημαινύμενα, εὐθέωϲ καὶ οὐ τῶν ὀνομάτων τὰ ἄρθρα. ὁμολογούμενόν ἐϲτιν ἐν τῷ ὁ ἐχθὲϲ ἄνθρω ποϲ, τοῦ ἐχθὲϲ ἀνθρώπου, ὁ νῦν ἄνθρωποϲ, τοῦ νῦν ἀνθ ῥώπου, ὡϲ τὰ ἄρθρα τῶν ὀνομάτων καὶ οὐ τῶν χρονικῶν ἐπιρρημάτων, εἴγε καὶ ϲυϲχηματίζονται καὶ εἰϲ τοὺϲ ἀριθμονϲ καὶ τὰϲ πτώϲειϲ. ἀλλὰ ταῦτα μετατεθέντα
διακρούεται τὸ ϲημαινόμενον· τὸ γὰρ χθὲϲ ὁ ἄν θρωποϲ ἢ νῦν ὁ Πτολεμαῖοϲ 2 καὶ τὰ παραπλήϲια οὐκέτι πλῆθοϲ ἐπαγγέλλονται, ἀλλ’ ἕνα καὶ τὸν αὐτόν, καιροῦ μόνον μεταβολὴν ἀναδεξάμενον. τί οὖν τὸ παράδοξον, εἰ καὶ τὸ ὁ ἐμὸϲ πατήρ διαφέρει τοῦ ὁ πατὴρ ὁ ἐμόϲ;
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.