κατὰ πτῶϲιν. αἱ μέντοι πρωτότυποι διὰ μὲν τῆϲ φωνῆϲ γένουϲ ἀδιάϲτολοί εἰϲι πάντοτε κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον, διὰ δὲ τῆϲ ὑπ’ αὐτῶν δείξεωϲ ἡ τῶν γενῶν διαϲτολὴ παρεμφαίνεται· ϲυνεξηγούμενον γὰρ ἔχει τὸ γένοϲ ἡ δεῖξιϲ. ὅθεν καὶ μοναδικαὶ καλοῦνται, ἐπεὶ διὰ μιᾶϲ φωνῆϲ ἡ τριγένεια παρίϲταται· τὸ γὰρ ἐγώ καὶ ϲύ ἐπὶ παντὸϲ γένουϲ.
— Νοητέον μέντοι, ὅτι καὶ ⟨αἱ⟩ παραχθεῖϲαι πάλιν κατὰ τὸ ἐντὸϲ 2 3 πρόϲωπον ἀνακόλουθοι τοῖϲ τε ἀριθμοῖϲ καὶ ταῖϲ πτώϲεϲίν εἰϲιν· 4 ἐμόϲ γὰρ καὶ νωίτεροϲ, ἡμέτεροϲ. ποία γὰρ ἀκολουθία τοῦ ἐντὸϲ προϲώπου ἐν τῷ νωίτεροϲ καὶ ἡμέτεροϲ;
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.