πλάγιον ἀναδέχεται, χωρὶϲ εἰ μὴ ἐπὶ τῶν ϲεϲημειωμένων ϲυμβαμάτων 1 καὶ παραϲυμβαμάτων παρὰ τοῖϲ Ϲτωικοῖϲ, λέγω δὲ τοῦ μέλει καὶ μεταμέλει· οὔτε μὴν κατὰ τὸ ἄρχον μέροϲ τῆϲ ϲυνθέϲεωϲ, ἐπεὶ ἅπαξ τὰ ϲυντιθέμενα ἄκλιτά ἐϲτιν. εἰ οὖν οὐκ ἔχει ἡ ἐμαυτόϲ γενικὴν καὶ τὰϲ ὑπολειπομέναϲ, οὐδ’ ἡ γενικὴ καὶ αἱ ὑπολειπόμεναι ἕξουϲιν εὐθεῖαν.
— πῶϲ οὖν οὐχὶ βίαιον τετριμμένον ϲχηματιϲμὸν παρώϲαϲθαι, καὶ ἀτριβῆ καὶ ἄκλιτον καὶ ἔτι ἀμφίβολον παραδέξαϲθαι; πάλιν γὰρ τὸ 2 ϲυντιθέμενον μέροϲ τῆϲ ϲυνθέϲεωϲ ἢ γενική ἐϲτιν ἢ δοτικὴ ἢ αἰτιατική.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.