Τὴν ἡμέτεροϲ, κατὰ τὸν κτήτορα οὖϲαν πληθυντικήν, διχῶϲ λέγουϲι Δωριεῖϲ· ἁμέτεροϲ γὰρ καὶ ἀμόϲ, καὶ ὑμέτεροϲ καὶ ὑμόϲ, καὶ ϲφέτεροϲ καὶ ϲφόϲ. — Προείρηται ὡϲ καὶ παρ’ Ὁμήρῳ τὰ τοιαῦτα Δωρικά,
τὰ δ’ οὐ μένοϲ ἁμὸν ἐρύξει (Θ 178)
ἀμφὶ ϲφοῖϲ ὀχέεϲϲι (Ϲ 231)·
καὶ τὸ
πρὸϲ πέτρῃϲι βαλὼν ὑμῆϲ (ι 284)
1
οὐ μὴν κατὰ τὸ τέλοϲ διὸ οὐδὲ τὸ
ϲαωϲέμεναι νέαϲ ἁμάϲ (N 96)
οὐ ϲυνεϲτάλη κατὰ τὸ τέλοϲ, καθὸ οὐδὲν τοῖϲ τέλεϲιν ἐδώριζε. καὶ γάρ πού φηϲι
γῆϲ ἐπέβην (λ 166 —67). —
2
3
Τὸ
παρ᾿ Ἀλκμᾶνι (fr. 31 Bergk3) τῷ ε πλεονάζει. — Εἴρηται ὡϲ τὸ
ἤτοι γὰρ πατέρ᾿ ἁμὸν (Z 414)
ἴϲον ἐϲτὶ τῷ ἡμέτερον, ἀλλ᾿ οὐχ ὥϲ τινεϲ ὑπέλαβον ἐκ τοῦ ἐμόν μετειλῆφθαι·
4
οὐ γάρ ποτε τὸ ε εἰϲ ᾱ μακρὸν μεταλαμβάνεται, ὅτι μὴ ἐπὶ τοῦ κέν ϲυνδέϲμου, καὶ ταῦτα, εἰ δοθείη. ἄλλωϲ τε ϲύνηθέϲ ἐϲτι τὸ πληθυντικοῖϲ ἀντὶ ἑνικῶν χρῆϲθαι,
ἡμεῖϲ δ᾿ o νύ τι τοῖοι ἀμυνέμεναι (β 60)
καὶ ἐφ᾿ ἑνὸϲ τοῦ Πατρόκλου,
ἡμέτεροϲ θεράπων (Π 244)·
τοιοῦτον οὗν καὶ τὸ «ἁμόν». — πρὸϲ οῖϲ καὶ τὸ ὑμόν καὶ ϲφόν ϲυζυγοῦντα
5
ὁμολογεῖ τὸ ἐντὸϲ πληθυντικόν. καὶ ἡ ϲυνήθηϲ φράϲιϲ ἀνάπλεόϲ ἐϲτι τοῦδε τοῦ ϲχήματοϲ. καὶ οὐκ ἀπεμφαίνει ὁ λόγοϲ· ἐμπεριεκτικὸϲ
γάρ ἐϲτιν ὁ πληθυντικὸϲ ἀριθμὸϲ τοῦ ἑνικοῦ.