πρόϲωπον. ὡϲ γὰρ τὸ καλόϲ, οὕτω καὶ τὸ ἐμόϲ καὶ ϲόϲ καὶ ὅϲ, κατὰ 1 τὸ ἐντὸϲ ἑνικῶϲ νοούμεναι, καὶ ὡϲ τὸ ὁϲιώτεροϲ, οὕτω καὶ τὸ νωίτεροϲ καὶ ϲφωίτεροϲ, δυϊκῶϲ κατὰ τὸ ἐντὸϲ νοούμεναι (ὑπὲρ γὰρ τῆϲ τοῦ τρίτου ἐκλείψεωϲ εἴρηται)· καὶ ἔτι ὡϲ τὸ χαριέϲτατοϲ, οὕτω καὶ τὸ ἡμέτεροϲ, ὑμέτεροϲ, πληθυντικῶϲ κατὰ τὸν κτήτορα νοούμεναι.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.