διαφέρει καὶ τὸ Ἰλιόθεν τοῦ ἄλλοθεν· τὸ μὲν ἐκ τόπου μετὰ ἰδιότητοϲ, τὸ δὲ κοινὸν παντὸϲ τόπου. Πάντοτε ἐν δυϲὶ τρίτοιϲ τὰ κτητικὰ 5 νοεῖται, αἱ δὲ ἀντωνυμίαι οὐ πάντοτε, ὡϲ ἐδείχθη. — Κατὰ τὸν κτήτορα ἀμφιβάλλεται ὁ ἀριθμὸϲ ἐν προϲηγορικοῖϲ, ἀνθρώπεια ἴχνη, πότερον ἑνὸϲ ἢ πλειόνων· αἱ δὲ ἀντωνυμίαι οὔποτε. αἴτιον δὲ οὐκ
ἄλλο ἐϲτὶ τῆϲ ἀμφιβολίαϲ ἢ τὸ τέλοϲ τοῦ ὀνόματοϲ, δι’ οὐ τὸν ἀριθμὸν καταλαμβανόμεθα, ὅπερ κατὰ παραγωγὴν τοῦ κτητικοῦ παραφθείρεται. ὅτε μὲν γάρ ἐϲτιν ὑόϲ ἢ ὑῶν, νοεῖται ὁ ἀριθμόϲ, ἐπὶ δὲ τοῦ 6 ὕειαι ἢ βόειαι ϲάρκεϲ οὐκέτι. αἱ μέντοι ἀντωνυμίαι, κατὰ ἀριθμὸν θέματα οὖϲαι, οὐκέτι ἀμφιβολίαν ἐνεποίουν· οὐδὲ γὰρ ἀπὸ τῶν αὐτῶν
ϲυλλαβῶν ἤρχοντο. διὰ τοῦτο ἀπὸ τῆϲ ἐμοῦ γενικῆϲ ἑνικῶϲ παρελαμβάνετο ἡ ἐμόϲ, καὶ ἔτι νῶιν νωίτεροϲ δυικῶϲ κατὰ τὸν κτήτορα, καὶ. ἔτι πληθυντικῶϲ ἡμῶν ἡμέτεροϲ. ἐπεὶ δὲ τὰ κύρια ἑνικῶϲ πάντοτε νοεῖται, εἴγε ἰδίαν ποιότητα ϲημαίνει, ὀρθῶϲ οὐδὲ τὰ ἀπ’ αὐτῶν κτητικὰ ἐπὶ πλήθουϲ νοεῖται, λέγω δὲ τὸ Ἑκτόρειοϲ καὶ τὰ παραπλήϲια.
7 . Κάκεῖνο δὲ διαφέρουϲιν, ἡ ἀϲύνηθεϲ τῷ μὲν Αἰάντειοϲ τὸ πατήρ ἐπιφέρειν, παῖϲ δὲ ἢ ἀδελφόϲ, τῷ δὲ ἐμόϲ καὶ ϲόϲ.
De pronominibus. Apollonius Dyscolus. ed. Richard Schneider. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.